Ancient Greek
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..636-ΕΥΠΩΠΗ..689
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..636-689
Not analysed yet
Ταύτην δὲ, Φλέγραν τὸ πρότερον καλουμένην,
τοὺς θεομάχους Γίγαντας οἰκῆσαι λόγος,
μετὰ ταῦτα Παλληνεῖς δʼ ἀφʼ αὑτῶν ὀνομάσαι
λέγουσιν ὁρμηθέντας ἐξ Ἀχαΐας.
Εἶτ᾿ ἔστι κόλπος λεγόμενος Τορωνικός,
οὗ πρότερον ἦν τις Μηκύβερνα κειμένη·
ἑξῆς Τορώνη τοῖς τόποις ὁμώνυμος.
Εἶτεν πελαγία Λῆμνος, Ἡφαίστου τροφός,
ἣν ὁ Διονύσου πρῶτος οἰκίζει Θόας,
μετὰ ταῦτα δʼ ἔσχεν Ἀττικὴν ἀποικίαν.
Τὸν Ἄθω δὲ παραπλεύσαντι παράλιος πόλις
Ἄκανθός ἐστιν, Ἀνδρίων ἀποικία,
παῤ ἣν διῶρυξ δείκνυται τετμημένη
ἑπταστάδιος Ξέρξην δὲ λέγετʼ αὐτὴν τεμεῖν·
εἶτ᾿ Ἀμφίπολις. Στρυμὼν δὲ παρὰ ταύτην μέγας
ποταμὸς παραρρε μέχρι θαλάττης φερόμενος
κατὰ τοὺς λεγομένους κεῖσε Νερῄδων χορούς
ἐφʼ οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς
κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος
ἄπιστον ἱστορίας τε μυθικῆς γέλων.
Μετʼ Ἀμφίπολιν δʼ ἡ πρότερον Οἰσύμη πόλις
Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων,
ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη.
Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,
ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος,
ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου
ἐκ τῆς Ἀσίας διαβάντες ἔλαβε δʼ ἡ Θάσος
ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ᾿ ,ὡς καὶ νῦν ἔχει.
Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ
Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι.
Τῶν δʼ ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις
Ἄβδηῤ, ἀπʼ Ἀβδήρου μὲν ὠνομασμένη
τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ
ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων
ἵππων φθαρῆναι Τήιοι δὲ τὴν πόλιν
συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά.
Ταύτης δʼ ἐπί ταδι ποταμός ἐστι κείμενος
Νέστος λεγόμενος, ἐκ δὲ τῶν πρὸς ἀνατολήν
μερῶν λαβοῦσα τοὔνομ᾿ ἀπὸ τῶν Βιστόνων
Θρακῶν προμήκης ἐστὶ λίμνη Βιστονίς.
Εἶτεν Μαρώνει᾿ ,οὗ κατοικῆσαι τὸ πρίν
τοὺς Κίκονας ἱστοροῦσι τοὺς ἐν Ἰσμάρῳ·
αὔτη δὲ Χίων ἐγένεθ᾿ ὕστερον κτίσις.
Πέραν Σαμοθρᾴκη δʼ ἔστι νῆσος Τρωῖκή,
ἔχουσα τὴν οἴκησιν ἀναμεμιγμένην·
πρότερον γὰρ εἶναί φασιν ἐν ταύτῃ τινές
τοὺς Τρῶας, Ἠλέκτρας τεκούσης Δάρδανον
τῆς λεγομένης Ἄτλαντος Ἰασίωνά τε,
ὧν τὸν μὲν Ἰασίωνα δυσσέβημά τι
πρᾶξαι περὶ Δήμητρος λέγουσʼ ἄγαλμα καί
πληγῇ κεραυνωθέντα δαιμονίῳ θανεῖν,
τὸν Δάρδανον δὲ δὴ λιπόντα τοὺς τόπους
πρὸς τὴν ὑπώρειάν γε τῆς Ἴδης κτίσαι
πόλιν ἀφʼ ἑαυτοῦ Δαρδανίαν καλουμένην·