Ancient Greek
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..690-ΕΥΠΩΠΗ..740
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..690-740
Not analysed yet
τοὺς δὲ Σαμοθρᾷκος, Τρῶας ὄντας τῷ γένει,
ἀπὸ τοῦ τόπου δὲ Θρᾷκας ἐκικαλουμένους,
διʼ εὐσέβειαν ἐγκαταμεῖναι τῷ τόπῳ.
Ἐν σιτοδείᾳ τῶν Σαμίων δʼ αὐτοῖς ποτε᾿
ἐπαρκεσάντων, τηνικαῦτʼ ἐκ τῆς Σάμου
ἐπιδεξάμενοί τινας συνοίκους ἔσχοσαν.
Μετὰ τὴν Μαρώνειαν δὲ κεῖτ᾿ Αἶνος πόλις
ἔχουσʼ ἐποίκους ἐκ Μιτυλήνης Αἰολεῖς.
Ἡ Θρᾳκία δὲ χερρόνησος ἐχομένη
κεῖται, καθʼ ἣν πόλις ἐστὶ πρώτη Καρδία,
ἀρχήν μὲν ὑπὸ Μιλησίων κτισθεῖσα καί
Κλαζομενίων, πάλιν δʼ Ἀθηναίων ὕπο,
ὅτα Μιλτιάδης ἐκράτησε Χερρονησίων.
Προσεχὴς δὲ Λυσιμάχεια ταύτην δʼ ἔκτισεν
ἐπώνυμον Λυσίμαχος ἀφʼ ἑαυτοῦ πόλιν,
Λίμναι δʼ ἐφεξῆς εἰσὶν αἱ Μιλησίων·
εἶτ᾿ Αἰολέων Ἀλωπεκόννησος πόλις·
ἑξῆς Ἐλαιοῦς, Ἀττικὴν ἀποικίαν
ἔχουσα, Φόρβας ἣν συνοικίσαι δακεῖ.
Ἔπειτα Σηστὸς καὶ Μάδυτος, αἱ κείμεναι
ἐπὶ τοῦ στενωποῦ Λεσβίων δʼ οὗσαι κτίσεις.
Εἶτ᾿ ἔστι Κριθώτη πόλις τε Πακτύη·
λέγουσι καὶ ταύτας δὲ Μιλτιάδην κτίσαι.
Μετὰ τὴν δὲ Χερρόνησον ἐν Προποντίδε
Θρᾴκη παρήκει, καὶ Σαμίων ἐποικία
Πέρινθός ἐστιν· ἐχομένως Σηλυμβρία,
ἣν οἱ Μεγαρεῖς κτίζουσι πρὶν Βυζαντίου·
ἑξῆς Μεγαρέων εὐτυχῶν Βυζάντιον.
Μετὰ ταῦτα δʼ ἔσδʼ ὁ Πόντος, οὗ δὴ τὴν θέσιν
ὁ Καλλατιανὸς συγγράφων Δημήτριος
ἔοικεν ἐπιμελεστάτως πεπυσμένος.
Κατὰ μέρος αὐτοῦ τοὺς τόπους διέξιμεν.
Τοῦ Ποντικοῦ γὰρ στόματός ἐστι πλησίον
Βυζαντίων χώρα Φιλία καλουμένη.
Εἶτ᾿ αἰγιαλός τις Σαλμυδησσὸς λεγόμενος
ἐφ᾿ ἑπτακόσια στάδια τεναγώδης ἄγαν
καὶ δυσπρόσορμος ἀλίμενός τε παντελῶς
παρατέταται, ταῖς ναυσὶν ἐχθρότατος τόπος.
Εἶτʼ εὐλίμενος ἄκρα συνάπτει Θυνιάς,
τῆς Ἀστικῆς Θρᾴκης ὑπάρχουσʼ ἐσχάτη,
μεθʼ ἣν πόλις ἐστὶ σύνορος Ἁπολλωνία.
ταύτην δὲ πρότερον ἔτεσι πεντήκοντά που
κτίζουσι τῆς Κύρου βασιλείας τὴν πόλιν
εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι·
πλείστας ἀποικίας γὰρ ἐξ Ἰωνίας
ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν ἄξενον
διὰ τὰς ἐπιθέσεις λεγόμενον τῶν βαρβάρων
προσηγορίας ἐποίησαν εὐξείνου τυχεῖν.
Περὶ τὴν ὑπώρειαν δὲ τοῦ καλουμένου
Αἵμου πόλις ἐστὶ λεγομένη Μεσημβρία,
τῇ Θρᾳκίᾳ Γετικῇ τε συνορίζουσα γῇ·