Ancient Greek · ~8 min
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..794-ΕΥΠΩΠΗ..849
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..794-849
Not analysed yet
Οὐ δυνατὸν ἀπὸ ταύτης δʼ ἰδεῖν χώραν τινά
καίπερ ἀπεχούσης τῆς πέραν στάδια μόνον
τετρακόσιʼ, ὡς δὴ συγγράφει Δημήτριος.
(Οὑτοι δὲ Θρᾷκες Βαστάρναι τʼ ἐπήλυδες.)
Ὁ ποταμός
Τύρας βαθύς τʼ ὢν εὔβοτός τε ταῖς νομαῖς,
τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων,
ταῖς ὁλκάσιν τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ.
Ὁλμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις
Τύρας, ἄποικος γενομένη Μιλησίων.
Ἐπὶ ταῖς δὲ καθʼ Ὕπανίν τε καὶ Βορυσθένην
ποταμῶν διπλαῖσι συμβολαῖς ἔστιν πόλισ
κτισθεῖσα, πρότερον Ὀλβία καλουμένη,
μετἀ ταῦθ' ὑφ' Ἑλλήνων πάλιν Βορυσθένης
κληθεῖσα. ταύτην τὴν πόλιν Μιλήσιοι
κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν.
διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν
ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει
ἔχει ποταμῷ.
Οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος,
κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων
τοὺς φυομένους νομάς τε τοῖς βοσκήμασιν.
Ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν
ὡς τετταράκοντα πλωτὸν, εἰς δὲ τοὺς ἄνω
τόπους ἄπλωτός ἐστι κοῦ περάσιμος·
ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.
Ἀχίλλειος ὅρόμος,
ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακρά τε καὶ στενή
Ἡ Ταυρικὴ δὲ χερρόνησος λιγομένη
τούτοις συνάπτει, πόλιν ἔχουσʼ Ἑλληνίδα,
ἣν Ἡρακλεῶται Δήλιοί τʼ ἀπῴκισαν,
τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινος
τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων
ἅμα Δηλίοισι χερρόνησον οἰκίσαι.
Τοῦτον εἰς τόπον τινές
τῆς Ταυρικῆς λέγουσιν ἀφικέσθαι ποτέ
κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος
Εἰσὶν δὲ τοῖς ὄχλοισιν οἱ Ταῦροι συχνοί,
βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες
τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς,
ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασιν.
Ἔπειτ᾿ ἐπʼ αὐτοῦ τοῦ στόματος Μαιώτιδος
λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον,
τοῦ Βοσπόρου βασίλειον ὠνομασμένον
Ἄνωθε τούτων ἡ Σωθὶς γῆ βάρβαρος
πρὸς τὴν ἀοίκητον συνορίζουσʼ ἐστὶ γῆν
καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην.
Πρώτους δὲ παρὰ τὸν Ἵστρον εἶναι Καρπίδας
εἴρηκεν Ἔφορος, εἶλτεν Ἀροτῆρας πρόσω
Νευρούς τε μέχρι γῆς πάλιν ἐρῄμου διὰ πάγον,
πρὸς ἀνατολὰς δʼ ἐκβάντι τὸν Βορυσθένην
τὴν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας
εἶναι, Γεωργοὺς δʼ ἐχομένους τούτων ἄνω,
ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον,
ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος,
ἐπέκεινα δʼ εἶναι πάλιν ἔρημον ἐχομένην.