Ancient Greek
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..741-ΕΥΠΩΠΗ..793
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..741-793
Not analysed yet
Καλχηδόνιοι ταύτην δὲ Μεγαρεῖς τʼ ᾤκισαν,
ἵτʼ ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο.
Αἷμος μέγιστον δʼ ἔστιν ὑπὲρ αὐτὴν ὄρος,
τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερής
τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει
ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων
ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων.
Ὀδησσὸς, ἣν Μιλήσιοι
κτίζουσιν, Ἀστυάγης ὅτ᾿ ἦρχε Μηδίας
αὕτη Κροβύζους Θρᾶκας ἐν κύκλῳ δʼ ἔχει.
Διονυσόπολις δʼ, ἣ πρῶτον ὠνομάζετο
Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις·
Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον
ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος,
Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν.
Ἐν μεθορίοις δὲ τῆς Κροβύζων καὶ Συυθῶν
χώρα μιγάδας Ἕλληνας οἰκητὰς ἔχει.
Βιζώνη Τοῦτο δέ
τὸ πολίχνιον φασίν τινες μὲν βαρβάρων,
τινὲς δʼ ἄποικον γεγονέναι Μεσημβρίας.
Κάλλατις,
ἀποικία τῶν Ἡρακλεωτῶν γενομένη
κατὰ χρησμόν· ἔκτίσαν δὲ ταύτην, ἡνίκα
τὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν.
Τόμοι δʼ ἄποικοι γενόμενοι Μιλησίων,
ὑπὸ Σκυθῶν κύκλῳ δὲ περιοικούμενοι.
Πόλις
Ἴστρος ἀπὸ τοῦ ποταμοῦ λαβοῦσα τοὔνομα.
Ταύτην τὴν πόλιν
Μιλήσιοι κτίζουσιν, ἡνίκα Σωθῶν
εἰς τὴν Ἀπίαν στράτευμα διέβη βαρβάρων
τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου.
Ἴστρος ὁ ποταμός
κατέρχετʼ ἀπὸ τῶν ἑσπερίων οὗτος τόπων
τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος·
καὶ δυσὶ δὲ ῥεῖ σχιζόμενος εἰς τὸν Ἀδρίαν.
Ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται.
καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον·
χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος
τοῖς γινομένοις ὄμβροισιν, ἐν δὲ τῷ θέρει
ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις
τῶν τηκομένων τε λαμβάνων ἀεὶ πάγων,
τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον.
Ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας
πολλάς τε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος,
ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένη
καὶ τῶν στομάτων οὐκ ἔστʼ ἐλάττον μὲν Ῥόδου,
Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει
πευκῶν. ἐπʼ εὐθείας κατʼ αὐτὴν πελαγία
Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη.
Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων
θέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις.