Ancient Greek
123.19
Pseudo-Zonaras, Lexicon 123.19
Unproofread scanNot analysed yet
#Τὸ Α μετὰ τοῦ Γ. (Ἄρσενικόν.) †Ἄγαθός. Φύσει μόνος ὁ Θεός. ἄγαθὸς γίνεται δὲ καὶ ὁ ἄνθρωπος ἐξ ἐπιμελείας τῶν τρόπων καὶ ὁ κατὰ μέθεξιν τοῦ ἀγαθοῦ καὶ ὁ χωρὶς αἰτήσεως ἀφθόνως τὰ καλά χαριζόμενος. ἐτυμολογεῖται δὲ ἐκ τοῦ ἄγάζω, τὸ θαυμάζω. ὁ μέλλων ἄγασω, ὁ παρακεῖμενος ἤγακα, ἤγασμαι, ἤγασται, ἄγαστός, ἄποβολὴ τοῦ σ καὶ τροπὴ τοῦ τ εἰς θ, ἄγαθός. †