Ancient Greek
137.31 to 138.18
Pseudo-Zonaras, Lexicon 137.31-138.18
Unproofread scanNot analysed yet
θεία διαλύεται. τὸ γὰρ εἰς εις, εεις, πλεο- νασμὸν ἔχει τοῦ ε. πρὸς δὲ τοὺς λέγοντας, ὅτι, εἰ γέγονε τὸ ἀδελφιδoῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελφίδεος, ἔδει οἰύνεσθαι, λέγομεν, ὅτι πρὸς τὸν χαρακτῆρα τῶν εἰς oῦς ἀπλῶν περι- σπωμένων.] Ἀδελφός. δελφὺς λέγεται ἡ μήτρα καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ, γίνεται ἀδελφός, οἷονεὶ ὁμόδελφός τις ὤν, ἐκ τῆς αὐτῆς δελφύος. Ἀδερ. οὗτος ὁ ἀλιτήριος ἐπανέστη τῷ Σολομῶντι. καὶς δὲ ἦν Ἰδουμαῖος τὸ γένος ἐκ βασιλικοῦ σπέρματος. κατέστρεψε δὲ τὴν Ἰδουμαίαν [ἐπί] Ἰωὰβ τοῦ Δαβὶδ στρατηγοῦ. Ἀδείμαντος. ὁ ἀφοβος. ΑΔΗΛΗΤΟΣ Ἀδήλητος. ἀοινῆς, ἀβλαβής. [Ἀγαθίας καὶ ἐπεδείκνυντο σῶοι τὰ καὶ ἀδήλητοι. δηλῶ γὰρ, τὸ βλέπτω.] Ἀδημονέστερος. ἀντὶ τοῦ ἀγωνιστικώτερος. [ὅν δὲ τοῦ προσήκοντος ἀδημονέστερος ἀντείχε τούτω.] Ἀδέρκων. πόλις Ἰβηρίας. [ὁ πολίτης Ἀδερκωνίτης, ὡς Ἀσκαλωνίτης.] Ἀδραμυττις. νῆσος κατὰ τὴν Λυκίαν. [τὸ ἐθνικὸν Ἀδραμυττίτης, ὡς Ναύκρατις, Ναυκρατίτης.] Ἀδινῶ. ἀδιαλείπτως. 39 παρὰ τὸ ἄδην ἐπίρρημα. Ἀδιαίτητος: 40 ἀλλότριος, ἀήθης καὶ ὁ μὴ διαιτώμενος. Ἀδόκητος. ἀπροσδόκητος. 41 Ἀδοκίμαστος. δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφθῆναι. ἀδοκίμαστος ὁ μήπω ἐγγεγραμμένος. οὕτως Λυσίας. 42 Ἀδόκιμος. ὁ ἀδοκίμαστος καὶ ὁ ἀπόβλητος. Ἀδοναῖος. ὁ ὑπὸ τὸν ἄδην. Ἀδώνειοι κῆποι. 43 οἱ μετέωροι κῆποι. [Ἀδινάων. παρὰ τὸ ἄδην, ὁ σημαίνει τὸ πλήρες, 44 ἢ τὸ ἀδιαλείπτως, γέγονε ἀδινός, τὸ θηλυκόν, ἀδινή· καὶ ἀδινῶν καὶ ἀδινάων. τὸ δὲ ἴωτα, διατί; τὰ εἰς νος ὀξύτονα ἀπὸ ἐπιρρημάτων γινό- 40. Ἀδιαίτητος] Codd. A. D. ἀδιάτητος. μενα διὰ τοῦ Τ γράφεται. οἷον πίνα πικινός· ἄδην, ἄδινός.] Ἄδωνίδειος καρπός. ὁ τοῦ; Ἄδωνιδος, ὅ ἐστι τοῦ ἄδου. ἡ εὐθεία ὁ Ἄδωνις, τοῦ Ἄδωνιδος. Ἄδύτω. τῷ ἐνδοτάτῳ. [δύω, δῦμι, δύσω, δέδυκα, δέδυμαι, σοι, ται. δυτὸς καὶ ἄδυτος.] καὶ ἄδυτον τὸ σπήλαιον, ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. Ἄδραστίδης. κύριον. Ἄδύνατοι. αἱ πεπηρωμένοι τὸ σῶμα. [ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς, οἱ μὲν ἐφ’ ἑκάστης ἡμέρας ὀβολοὺς δύο, οἱ δὲ ὀβολόν. Φιλόχορος δὲ φησι, δραχμὰς κατὰ μῆνα.]