Ancient Greek
147.16
Pseudo-Zonaras, Lexicon 147.16
Unproofread scanNot analysed yet
Ἀδιαβηνή. αὕτη ἡ χώρα κεῖται πρὸ τῆς Μεσοποταμίας, ὡς ἐπὶ ἀνατολὴν, πέραν τοῦ Τίγρητος. ἐν αὐτῇ δ’ ἐστὶν καὶ ἡ ἄσφαλτος ἡ λεγομένη νάφθα. λέγεται δὲ Ἀδιαβηνὴ διὰ τὸ εἶναι πλείους ποταμοὺς ἐν αὐτῇ. καὶ δυσχερεστέραν ποιεῖν τὴν διάβασιν. ἐκεῖ ἐστὶν καὶ ἡ Νινευί. τοσαύτην δὲ ἀσφάλειαν ποιεῖ τοῖς κτίσμασιν ἡ ἄσφαλτος, ὥστε ταῖς ὀπταῖς πλίνθοις καὶ ἄλλοις λίθοις συμμιγεῖσα, ἰσχυρότερα γίνεται πάντων σιδήρου. ἐκεῖσε δὲ ἐστὶ καὶ τὸ ἄορνον στόμιον, ἐξ οὗ δεινὸν πνεῦμα ἀναδίδεται, ὥστε πᾶν μὲν ἐπίγειον ζῷον, πᾶν δὲ πτηνὸν διαφθείρειν, καὶ [εἰ] πρὸς τὸ τυχὸν ὀσφρήσαιτο· καὶ εἰ ἐσκεδάννυτο, οὐκ ἂν ψύχισθη ὁ χώρος, ἀλλὰ κατ’ εὐθείαν ἄνεισι. καὶ ὀλίγον ἀνερχόμενον πάλιν ἀντανακλάται, καὶ διὰ τοῦτο τὰ τε ἐν ὑψηλοτέρω πετόμενα σῴζεται, καὶ τὰ πέριξ νεμόμενα. ὁ πολίτης Ἀδιαβηνός.