Ancient Greek
158.3
Pseudo-Zonaras, Lexicon 158.3
Unproofread scanNot analysed yet
Αἰγεσταῖος· Αἰγεὺς καὶ Ἄγεὺς· Αἰγεστέυς. ὀνόματα κύρια. Αἰγείδης. ὁ τοῦ Αἰγέως παῖς. Αἴγειος ἀσκός. ὁ ἀπὸ τῆς αἰγός. Αἴγειρος. 94 εἶδος φυτοῦ. [αἴγειρος ἦν Ἀθήνησι πλησίον τοῦ ἱεροῦ, ἐνθὰ, πρὶν γενέσθαι θέατρον, τὰ ἱερὰ ἐπήγγυνον. τινὲς Ἰκρία γράφουσι· γίνεται δὲ ἐκ τοῦ ἀίσσω τὸ ὄρμῶ. τὰ εἰς ρος ῥήματα τῇ εἰ διφθόγγῳ παραλήγουσιν, οἷον, μάσσω, μάγειρος, ἀίσσω, αἴγειρος. ἢ παρὰ τὸ αἴρω, τὸ εἰς ὕψος αἴρεσθαι καὶ αὔξεσθαι. καὶ Ὅμηρος· μακεδονὴς αἰγείροιο. Αἴγυρος95 δέ, ὄνομα πόλεως, Ἰ.]