Ancient Greek
165.8
Pseudo-Zonaras, Lexicon 165.8
Unproofread scanNot analysed yet
Αἰθόλικας. 82 τὰς περὶ τὴν ἐπιφάνειαν φλυκτίδας. Ἀϊκάς. ἐκ τοῦ ἀϊκὴ ὀξυτόνου, ἀϊκάς, ὡς ἰωνή, ἰω-κάς. τὸ δὲ ἰωνή83 ἀπὸ τοῦ ἀῖσσω τὸ ὀρμῶ. ἀπὸ δὲ τοῦ ἀῖξ δισύλλαβον ἀϊκάς. ἀῖκες δὲ αἱ ἐν τῷ πολέμῳ κλίσεις84 ἐφ’ ἐκάτερα. καὶ τοῦτο δὲ ἀπὸ τοῦ ἀῖσσω τὸ ὀρμῶ. ἀῖκες, αἱ ὀρμαὶ, διὰ τοῦ ι. καὶ γὰρ πολλάκις ὁ μέλλων ἀποβάλλων τὸ ω ἀποτελεῖ ὄνομα. [ἀῖσσω, ἀῖξω, ἀῖξ. ἄλλως τὰ εἰς ξ λήγοντα ὀνόματα ἀποστρέφονται τὴν εἰ. τέττιξ, πέρδιξ. οὕτω καὶ ἀῖξ. προσκείται τῇ εἰ διφθόγγῳ,85 διὰ τὸ γλῶξ καὶ Θρῆξ καὶ αἴξ.]