Ancient Greek
167.3
Pseudo-Zonaras, Lexicon 167.3
Unproofread scanNot analysed yet
ΑΙΣΘΗΣΙΣ τῶν χυμῶν εἰσὶν αὗται· γλυκύτης· δριμύτης· στρυφνότης· αὐστηρότης· πικρότης· ἅλμυρότης· γλισχρότης· τούτων γὰρ ἐστὶν ἡ γεῦσις διαγνωστικὴ. τὸ δὲ ὕδωρ ἄποσόν10 ἐστὶ κατὰ ταύτας τὰς ποιότητας, οὐδεμίαν γὰρ αὐτῶν ἔχει. ἡ δὲ στρυφνότης ἐπίτασίς ἐστι καὶ πλεονασμὸς τῆς αὐστηρότητος. πέμπτη αἴσθησίς ἐστιν ἀφή, ἥτις καὶ κοινή11 ἐστὶ πάντων τῶν ζῴων· γίνεται δὲ ἐν τῶν ἀπὸ τοῦ ἐγκεφάλου πεμπομένων νεύρων εἰς ὅλον τὸ σῶμα. ἀλλὰ καὶ τὰ λοιπὰ αἰσθητήρια τὴν τῆς ἀφῆς ἔχουσιν αἴσθησιν· ὑπόκεινται δὲ τῇ ἀφῇ τὸ θερμὸν καὶ ψυχρόν, τὸ τε μαλακὸν καὶ γλίσχρον καὶ σκληρόν, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ τῆς ἀφῆς ταῦτα γινώσκεται· ποινὰ δὲ ἀφῆς καὶ ὄψεως τὸ τε τραχὺ καὶ λεῖον, ξηρὸν καὶ ὑγρόν, παχύ τε καὶ λεπτὸν, ἄνω τε καὶ κάτω, καὶ ὁ τόπος, καὶ τὸ μέγεθος, ὅταν εἴη τοιοῦτος, ὡς κατὰ μίαν προσβολὴν τῆς ἀφῆς περιλαμβάνεσθαι, καὶ12 τὸ πυκνὸν καὶ τὸ μανόν, ἤγουν ἀραιόν, καὶ τὸ στρογγύλον, ὅταν εἴη μικρόν, καὶ ἄλλα τινὰ σχήματα· ὁμοίως δὲ καὶ τοῦ πλησιάζοντος σώματος. αἰσθάνεται οὖν τῇ μνήμῃ τε καὶ τῇ διανοίᾳ· ὡσαύτως δὲ καὶ ἀριθμοῦ μέχρι δύο ἢ τριῶν, καὶ τούτων μικρῶν καὶ ῥαδίως περιλαμβανομένων. τούτων δὲ μάλλον τῆς ἀφῆς ἡ ὄψις ἀντιλαμβάνεται. χρὴ δὲ γινώσκειν, ὡς ἕκαστον τῶν ἄλλων αἰσθητηρίων διπλοῦν ὁ δημιουργὸς κατεσκεύασεν, ἵνα τοῦ ἑνὸς βλαπτομένου τὸ ἕτερον ἀναπληροῖ τὴν χρείαν· δύο γὰρ ὀφθαλμούς, καὶ δύο ὦτα, καὶ δύο πόρους τῆς ῥινός, καὶ δύο γλώσσας· ἀλλ’ ἐν τοῖς μὲν τῶν ζῴων διηρημένας, ὡς ταῖς ὄφεσιν, ἐν τοῖς δὲ ἡνωμένας, ὡς ἐν τῷ ἀνθρώπῳ· τὴν δὲ ἀφὴν ἐν ὅλῳ τῷ σώματι, πλὴν ὀστέων καὶ