Ancient Greek
169.28
Pseudo-Zonaras, Lexicon 169.28
Unproofread scanNot analysed yet
ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν. λέγεται δὲ καὶ τὸ σκοτεινόν. Αἱρετόν. τὸ ἐπιθυμητόν· τὸ καλόν· τὸ ἡδύ· τὸ συμφέρον. Αἱρετώτερον. τὸ προκριτώτερον. οὐκ ἐκ τοῦ παραλλήλου κεῖται τὸ αἱρετώτερον τοῦ βελτίονος, ἀλλ’ ἐπὶ πλεῖον τὸ βέλτιον τοῦ αἱρετωτέρου. τὸ μὲν γὰρ αἱρετώτερον ἐν τοῖς αἱρέτοις, καὶ μόνοις· τὸ δὲ βέλτιον καὶ ἐν ἄλλοις. καὶ γὰρ ἐν θεωρητικοῖς καὶ φυσικοῖς καὶ λογικοῖς ἡ ζήτησις ἢ τοῦ βελτίονος. ὁ γὰρ ζητῶν, ποτέρᾳ βελτίων οὐσία, ἡ κινουμένη ἢ ἡ ἀκίνητος, φυσικὸν μεταχειρίζεται πρόβλημα· λογικὸς δὲ ὁ ζητῶν, βέλτιον πότερον, ἐπαγωγή ἢ συλλογισμός· θεωρητικὸς δὲ ζητῶν, ποτέρου ἢ φρόνησις πρακτικωτάτη ἢ θεωρητική.