Ancient Greek
170.1
Pseudo-Zonaras, Lexicon 170.1
Unproofread scanNot analysed yet
ἀνάπαυσιν, δι’ ἣν ἡ κλῖσις ὀργάνον αἴτιον, ὡς τὸ σκέπαρνον καὶ ὀπρίων,⁴² δι’ ὧν ἡ κλῖσις ὕλι-
κὸν αἴτιον, ὡς τὸ ξύλον, ἐξ οὗ ἡ σκευαζομένη κατὰ διάνοιαν καὶ εἰδοποιουμένη διαμόρφωσις παραδειγματικὸν αἴτιον, ὡς ἡ ἑτέρα κλίνη, πρὸς ἣν ἰδὼν ὁ τεχνίτης τὴν εἰς ἔργον αὐτῶν προσκε-
μένην ἐδημιούργησε· Φυσικὸν αἴτιον, ὡς πατὴρ τοῦ υἱοῦ, καθό· καὶ μόνον⁴³ ὁ Θεὸς καὶ πατὴρ αἴτιος τοῦ μονογενοῦς, εἶναι λέγεται· τῆς δὲ κτίσεως ποιητικὸν αἴτιον εἶναι λέγομεν τὸν Θεόν. τελικὸν δὲ αἴτιον τὴν τῶν δημιουργηθέν-
των εὐεργεσίαν καὶ τὴν περὶ αὐτὰ ἀγαθότητα· εἰδικὸν δὲ αἴτιον τὴν ἐν αὐτῷ τῶν δημιουργημά-
των γνῶσιν, Φαμέν, ἣν ἐξ αἰδίου πρὸ αἰῶνων ἔσχεν, οὐκ ἐς ὑστέρον αὐτῷ ἐπιγενομένην, ἀλ-
λὰ συνδιαιωνιζοῦσαν, καὶ συμπαρακτεινομένην ἀείποτε. τὸ δὲ ὕλικὸν αἴτιον καὶ ὀργανικὸν καὶ παραδειγματικὸν πορρώ· τῆς Θείας καὶ ἀπειρο-
δυνάμου Φύσεως. Ἰστέον, ὅτι τετραχῶς τὰ αἴ-
τια· ὡς ὕλη· ὡς εἶδος⁴⁴ ὡς τέλος, καὶ ὡς ποιη-
τικόν· καὶ τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεργά, ἢ συναίτια, τὰ δὲ τελικά.
Αἰτιῶδες. ⁴⁵ ψεῦδος, ὁ ἀπὸ ψεύδους ἄρχεται, ἢ μὴ εἰς ἀκόλουθον λήγει, ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον. οἷον· διότι νύξ ἐστι, Δίω· περιπατεῖ.
Αἰφνίδιον. τὸ ἐξαίφνης. παρὰ τὸ ἀφανὲς· ἀφανί-
διον καὶ ἐν σύγκοπῃ αἰφνίδιον.
Αἰψηρόν. τὸ ταχύ.
Αἰσθητήρια. τὰ ὀργανά, ἥγουν τὰ μέλη, δι’ ὧν αἰσθανόμεθα, καὶ αἱ αἰσθήσεις τοῦ ἀνθρώπου, ἢ ἐν οἷς καθίσταται ἡ αἴσθησις.
Αἰσθητικόν. πᾶν ζῷον αἴσθησιν φόβου καὶ θα-
μάτου ἔχον, ἢ αὐτὸ τὸ ζῷον τὸ κεκτημένον τὰς αἰσθήσεις.
Αἰσθητά. τὰ ὁρώμενα, τὰ πεφυκότα ταῖς αἰσθή-
σεσιν ὑπαπίπτειν, οἷον χρώμα καὶ σχῆμα καὶ

42. ὀπρίων] L. ὀ πρίων, et pro κλῖσις κλῆν. Sic Cod. K.
43. μόνον] L. μόνος. Post pro πρὸ αἰῶνων Cod. K. habet πρὸ αἰῶνων.
44. εἶδος] Ex Aristot. de Gen. anim. L. I. c. 1. Addit in fine Cod. K. αἰσθέσιον τὸ νυκφόρ.
45. Αἰτιῶδες] Ex Laertio L. VII. s. 74. ut iam Kusterus ad Suidam monuit.
46. ’Αἰδνός] Sic lege apud Suidam pro