Ancient Greek
177.11 to 178.4
Pseudo-Zonaras, Lexicon 177.11-178.4
Unproofread scanNot analysed yet
Ἀκη. πόλις Φοινίκης, ἡ νῦν λεγομένη Πτολεμαὶς. Ἀκή. παρὰ τὸ ἥκω γίνεται ἀκή, ὁ σημαίνει τὴν ὀξύτητα. [ἡ ἀκμὴ καὶ ἡ ὀξύτης τοῦ σιδήρου.] Ἀκηδίαε. βαθυμία, λύπη, ἀχθηδών. Δαβίδ34 καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου. Ἀκιδαιλίαε. ὄνομα κρήνης. Ἀκινησίαε. ἡρεμία. [καὶ τοὺς ἵππους ἐξελαύνειν προσέταξεν, ὡς διαύοιτο αὐτοῖς τὸ ὑπὸ τοῦ καράπλου νεναρκηκὸς ὑπὸ ἀκινησίας.] Ἀκίναεσις. ὄνομα τόπου. Ἀκηδίαε. πάρεσις ψυχῆς· νοῦς ἐκλυσις. Ἀκίς. ἡ ὀξύτης τοῦ βέλους. Ἀκατος. τὸ πλοῖον. παρὰ τὸ ἅζω, ἅζω, ἥχα, ἥχα, ἥκμα, ἥκται, ἅκτος, καὶ πλεονασμῷ τοῦ α ἅκατος. [ἢ ἀπὸ τοῦ ἅκη γίνεται ἅκατος, ἢ ἀπ’ ἅκης εἰς ἅκημ περιερχομένη, ὡς καὶ πορθμὴ λέγεται, ἢ μὴ πελχοδρομοῦσα. λέγεται καὶ ἐκκτικὸς καὶ πορθμὶς καὶ κάραβος, καὶ ἀκάτιον ὑποποριστικῶς.] 35 Ἀκληρίαε. δυστυχία. 36 Ἀκηστις. 37 ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαι τινα κυήσασθαι αὐτὴν τῇ ἰδίᾳ χειρί. Ἀκόνη. παρὰ τὸ κονῶ τὸ ἐνεργῶ, ἢ κονῶ τὸ λεπτύνω καὶ φθείρω, ἐπιτάσει τοῦ α, ἢ διαφθείρουσα καὶ λεπτύνουσα τὸν σίδηρον. Ἀκοιτις. ἡ ἐκ παρθενίας ἄλλης κοιτῆς μὴ πειρασθεῖσα· [καὶ] ἡ ὁμόκοιτος. καταχρηστικῶς καὶ ἡ δευτέρου γάμου μετεσχηκυῖα. 38 Ἀκίς. 39 ἡ ὀξύτης, παρὰ τὸ ἅκη. ὁ κατ’ ἐπένθεσιν γίνεται [ἅκη. παρὰ τὸ ἅκη οὖν γίνεται ΑΚΜΗ ὑποχοριστικὸν ἄκλις, ὡς σκᾶφη σκαφίς, ἄμνη ἄμνίς.] Ἄκμη. παρὰ τὸ κάμω γέγονεν ἐν συγκοπῇ· καὶ καὶ μετὰ τοῦ στερητικοῦ α ἄκμη, ἡ μὴ καμνούσα διὰ νεότητα, ἢ ἡ μὴ δυναμένη πόνους ὑποστῆναι. Ἄκρα. τελεία. ἦν παρὰ βασιλέως παῖς Αὐγάρου, καλὸς καὶ μέγας, ἐν ᾧρα ἄκρα. Ἄκραν ἐπὶ γύαλον. 40 ἐπ’ ἄκρην πέτραν. Ἄκρας νυκτός. περὶ πρῶτον ὕπνον.