Ancient Greek
183.8 to 184.1
Pseudo-Zonaras, Lexicon 183.8-184.1
Unproofread scanNot analysed yet
νων. Ἀκρωτηριάζω. ⁷ τὰ ἄκρα τέμνω, Ἀκτοάζων. ἐξανιστάμενος. ⁸ Ἀκταίνειν. γαυριᾶν, ἀπολασταίνειν καὶ ἀτάκτως πηδᾶν Ἀκροῶ. παρὰ τὸ ἀκούω. [ὥσπερ κύρω, κυρῶ, καὶ πλεονασμῷ τοῦ ρ ἄκροῶ.] Ἀκαχίζω. ἀπὸ τοῦ ἄχος, ὠχῶ, ὠχίζω καὶ ἀκα- χίζω. παρὰ τὸ τὴν ἄγην, ὁ σημαίνει τὴν ἐκπλη- ξιν. ἢ γὰρ ἐκπληξις ἀφωνίας οἶδε ποιεῖν. κατὰ τροπὴν τοῦ γ εἰς π. ('Ἐπίρρημα.) Ἀκάματα. ἀντὶ τοῦ ἀκαμάτως καὶ ἀδιαλείπτως, ἢ οὐ κεκμηπότως. Σοφοκλῆς⁹ —οὐ ἐγώγ' ἀκάματα προσμένουσ' ἄτεκνος τάλαινα —. Ἀκαρῶς· ἀκαρεῖ. ¹⁰ ἐν βραχεῖα ὥρα, ἐν ἀτό- μῳ, ἐν βίπῃ ὀφθαλμοῦ, ἐν στιγμῇ. Ἀκαταλλήλως. ἀναρμαδίως. Ἀκαταλήκτως. ἀκαταπαύστως. Ἀκαρ. ¹¹ ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. Ἀκηδῶς. ἀντὶ τοῦ ἀτάφως. ¹² ἐριμμένον ἀκηδῶς καὶ ὀλιγάρως τὸν τεθνεῶτα παρελθεῖν οὐκ ἐτόλ- μησεν, ἀλλ' ἐθαψεν. 13 Ἀκὴν. ἐπὶ ἄκρας ἡσυχίας. 14 Ἀκινδυνί. [καὶ] ἀκινδυνότατα. χωρὶς κινδύνου. Ἀκηράτως. αἰωνίως, ἀφθάρτως. Ἀκλαυστί. χωρὶς κλαυθμοῦ. Ἀκληρεῖ. χωρὶς κλήρου. Ἀκλητί. χωρὶς κλήσεως. Ἀκμητί. ἀκόπως. Ἀκοντί. ἀντὶ τοῦ ἀκουσίως. 15 Ἀκονιτί. ἄνευ ἀγῶνος καὶ μάχης. [ἀπὸ τοῦ κόνης, κόνιτος καὶ ἀκονιτί.] Ἀκριτί. ἄνευ κρίσεως. Ἀκροποδιδί. ἄκροισ ποσίν. 16 Ἀκρυ. ἀληθῶς. Ἀκυμαίντως. ἀταράχως. καὶ γίνεται ἀπὸ τοῦ ἀ στερητικοῦ μορίου καὶ τοῦ κυμαίνω τὸ ταράσσω. Τὸ Α μετὰ τοῦ Λ. (Ἀρσενικόν.) 17 Ἀλαός. ὁ τυφλὸς ἢ ὁ πλανώμενος. Ὅμηρος· ἀσπαίροντα λάων. ἀντὶ τοῦ βλέπων. ἢ παρὰ τὸ ἀλᾶ, τὸ πλανᾶ, ἀλαὸς ὁ πλανώμενος. 18 Ἀλαστε. ἀνεπίληστε. τέκνον ἐμὸν ἄλαστον ———. Ἀλαπαδνός. ὁ ἀσθενής· παρὰ τὸ ἀλαπάζω, ὁ σημαίνει τὸ ἐκκενῶ. Ἀλάστωρ. ὁ πικρὸς καὶ Φονικὸς δαίμων. ὁ δὲ ἀνέγραψε πικρῶς καὶ παραστατικῶς, ἀλάστορας ἀπενελὼν καὶ παλαιμναίους διὰ τῆς ἐπι- στολῆς. ἡ ἀλάστωρ ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον. ¹⁹ ἡ ἀπὸ τοῦ ἀλάσθαι, τοῦ πλανᾶσθαι. Ἀλαλαγμός. ὕμνος ἐπινίκιος. ἡ ἀλαλαγμὸς ἐστι φωνὴ τις ἄνθρωπος σύμφωνος, ἀλλήλοις τῶν ἐν πολέμοις συνασπιζόντων καὶ συνυπηρετούντων. παρὰ τὸ τὴν ἄλαλᾶν,²⁰ ὁ σημαίνει τὸν θόρυβον, γίνεται ἄλαλάζω, καὶ ἐξ αὐτοῦ ἄλαλαγμὸς καὶ ἄλκλαγμα.