Ancient Greek
184.20
Pseudo-Zonaras, Lexicon 184.20
Unproofread scanNot analysed yet
31 Ἀλετρίβανος. οἱ μὲν δασέως παρὰ τὰς ἄλκας τρίβειν, οἱ δὲ ψιλῶς παρὰ τὸ ἄλειν, [τὸ ἄλήθειν.] 32 Ἀλείπτης. ὁ πρὸς τοὺς ἀγῶνας ἐπασκῶν, καὶ ὁ ἀγωνοθέτης. Φησὶ καὶ ὁ Θεόλογος Γρηγόριος· ἀλείπτω τῆς ἀρετῆς. γίνεται δὲ ἀπὸ τοῦ ἀλείφω. ὅσα ὀνόματα ἀπὸ τοῦ ἀλείφω γινόμενα εἰ μὲν διὰ τοῦ πτ ἐκφέρονται, φυλάττουσι τὸν εἰ δίφθογγον· οἷον ἀλείπτω, ἀλείπτης, ἀλειπτον φάρμακον· ἀνάλειπτος ὁ μὴ ἀλείφθείς. εἰ δὲ διὰ τοῦ φ ἐκφέρονται σύνθετα ὄντα, οὐ φυλάττουσι τὸν εἰ δίφθογγον, ἀλλὰ διὰ τοῦ ι γράφεται· οἷον νηλίφης, ἀνηλίφης· σημαίνει δὲ τὴν ναῦν τὴν μὴ ἀλειφθεῖσαν πίσση. πρόκειται σύνθετα διὰ τὸ ἄλειφα, ὁ σημαίνει τὸ ἄλειμμα. ἐκ δὲ τοῦ ἀλείπτης γίνεται φιλαλειπτῶ, ὡς· οὐκ ἔστι πίστις ἀνδρὶ φιλαλειπτοῦντι.