Ancient Greek
185.26 to 185.27
Pseudo-Zonaras, Lexicon 185.26-27
Unproofread scanNot analysed yet
Ἄλιπλάγητος. 42 οὕτω καλεῖται ὁ Πάν· ἢ ὅτι ἐβοήθησεν τοῖς Ἀθηναίοις ἐν τῇ ναυμαχίᾳ, ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἥγρευσεν. [ἢ ὅτι οἱ ἄλιεῖς τιμῶσι τὸν Πᾶνα, ὡς νόμιον θεόν. ἢ ὅτι μεγαλόφρων ἐν τῇ χορείᾳ, ὡς ἄλιβρομος. ἢ ὅτι τῆς Ἥχους ἐρᾷ, πολύηχος ἡ θάλασσα.] Ἄλήτης. 43 ὁ πλανήτης. ἀπὸ τοῦ ἄλη ἄλήτης, ὡς πέδη πεδήτης. Ἄλιτήριος. 44 ἀνόσιος, ὁ ἐνεχόμενος μιᾶσματι καὶ ἐξημαρτηκὼς εἰς θεόν. ἄλιτήρισι δὲ ἐκλήθησαν ἀπὸ τοιαύτης ἱστορίας. λιμὸς κατέλαβε ποτὲ τοὺς Ἀθηναίους, καὶ οἱ πένητες τὰ τῶν ἁλούντων ἄλευρα διήρπαζον. ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἄλιτηρίους ἐκάλουν. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων.