Ancient Greek
186.2
Pseudo-Zonaras, Lexicon 186.2
Unproofread scanNot analysed yet
πὴν ἀλλότριος, *ὁ ἄλλων ὁρίων ὑπάρχων. καὶ κατὰ πλεονασμὸν τοῦ τ̄ ἀλλότριος. *Ἄλλος. ⁵² ἀπὸ τοῦ ἄλαλος καὶ συγκοπὴ ἄλλος· ἀναιρετικὸν γὰρ ἐστὶ τῶν ὁρισμένων προσώπων. οἷον· ἄλλος, οὐκ ἐγώ, ἄλλος, οὐ σύ. ἴστέοι, ὅτι τὸ ἄλλος κλητικὸν οὐκ ἔστιν, οἷον ἄλλε, ἢ γὰρ φύσις τῆς κλίσεως μάχεται τῷ σημαινομένῳ τοῦ ὀνόματος. ἢ γὰρ κλητικὴ πρὸς παρόν ἐστὶ πρόσωπον καὶ γνωριζόμενον τὸ δὲ ἄλλος ἀγνοούμενον ἐστὶ καὶ ἀπόν. ὁμοίως καὶ αἱ κλητικαὶ τῶν πυσμάτων, τοῦ· ποῖος· τίς· πόσος· ἐκλείπουσιν, ἐπειδὴ τὰ πύσματα περὶ ἀπόντων καὶ ἀγνοουμένων γέγονε προσώπων, αἱ δὲ κλητικαὶ παρόντων εἰσὶ καὶ ἐγνωσμένων προσώπων κλίσεις. Ἄλλος. ὄνομά ἐστιν ἀντωνυμία. *εἰσὶ μὲν τινὲς λόγοι, μὴ ἕλκοντες αὐτὸ εἶναι ἀντωνυμία καὶ μὴ ὄνομα. *ἐπειδὴ δὲ τρόπον τὸ ἐκεῖνος καὶ οὗτος ποιοῦσι τὰ οὐδέτερα αὐτῶν ἀποβολὴ τοῦ τ̄, ἐκεῖνο καὶ τοῦτο, τὸν αὐτὸν τρόπον καὶ τὸ ἄλλο ἀποβολὴ τοῦ -ν ποιεῖ τὸ οὐδέτερον, σεσημειωμένον τὸ ἄλλο καὶ τοῦτο, καὶ τὰ ὅμοια. ἕτερος δὲ λόγος τοῦ μὴ εἶναι ἀντωνυμίαν, ἀλλ’ ὄνομα. ἢ γὰρ ἀντωνυμία ἀντὶ ὀνόματος παραλαμβάνεται. τὸ δὲ ἄλλος ἀόριστον, διότι καὶ τ̄ καὶ β̄. τὸ ἐκεῖνος καὶ οὗτος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει, ἢ ἀναφορὰν· τὸ δὲ ἄλλος οὔτε δεῖξιν σημαίνει, οὔτε ἀναφορὰν, καὶ ἐστιν ὄνομα. Ἄλμυρός. ⁵³ ὡς τὸ τόλμη τολμηρός, οὕτω καὶ ἄλμη ἄλμυρός. καὶ ὡς τηρός, τύρος. κυρίως δὲ τίθεται ἡ λέξις ἐπὶ τῶν ἄλας μυρωμένων ποταμῶν, ὁ ἐστιν ἐκχεομένων. Ἄλοιμός. ⁵⁴ ἡ ἐπᾶνω [τῆς] τοῦ θαλάμου γανώσεως ἐνιῶσα ἐπάλειψις, καθάπερ πετᾶλωσις