Ancient Greek
198.10 to 198.28
Pseudo-Zonaras, Lexicon 198.10-28
Unproofread scanNot analysed yet
Ἀμφιτάπητες. 100 τὰ ἐπεύχια, τὰ ἀπὸ τῶν δύο μερῶν μεμαλλωμένα. τάπητες δὲ τὰ ἀπὸ τοῦ ἑνὸς μέρους [ἔχοντα] μαλλοῦς. Ἀμφίπολος. ὁ δοῦλος. τὰ παρὰ τὸ πολὺ καὶ χεῶ μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον. οἷον οἰνοπóλος, ὀνειροπóλος, οἰνοχóος. τὰ δὲ μετὰ προθέσεως προπαραξύνε-ται. οἷον ἀμφίπολος, πρόπυλος. ἔστι δὲ καὶ ἐπὶ Ἰηλικοῦ. Ἀμφορεὺς. ὁ ἄσκος, ἢ τὸ δίωτον σταμνίον, τὸ ἐκατέρωθεν αἴρόμενον. ἄμφερεὺς καὶ ἄμφορεὺς. Ἀμφορίσκος. ὁ λάγρος. σημαίνει δὲ καὶ ἄγγειον. Ἀμφίδρυφοι. ἐξεσμένοι ἀμφοτέρωθεν. ΑΜΑΡΤΑΔΑΣ Ἄμφω μὲν ἦστην. ἀντὶ τοῦ, ἄμφότεροι μὲν ὑπῆρχον. Ἄμφοιν. τοῖς δυσὶν ἢ τῶν δύο. Ἄμφιπέρι. περὶ αὐτούς. Ἄμφ’ ὧμοισι. περὶ τῶν ὤμων. Ἄμφονον. ἄναφόνον. τὸ τοιοῦτον σχῆμα εἴδους ἐστὶ συγχόπη. Ἄμωμος. ὁ καθαρὸς καὶ ἀναίτιος. τοῦ κατατοξεύσαι ἐν ἀπο[κρύφοις ἄμωμον.] Ἄμμωνιανός· Ἄμίδαος· Ἄμωντιανός. ὀνόματα πύρια. Ἄμμώνιος. φιλόσοφος Ἀλεξανδρεύς, ὁ ἐπικληθεὶς Σάκκας. οὗτος ἀπὸ χριστιανῶν γέγονεν Ἕλλην, ὡς φησὶ Πορφύριος. Ἄμπαλίνωρος. ὁ τὴν αὐτὴν ὁδὸν ἀναστρέφων. οἴκαδ’, ὡς καὶ, ἄπιθι ἄμπαλίνωρος. Ἄμπελεών. ἡ ἀμπελόφυτος γῆ. λιτὸς δ’ ὁ σχεδὸν ἄμπελεών. Ἄμπέλειος. βότρυς ὁ τῆς ἀμπέλου. Ἄμπέλιος δὲ κύριον, ἱ. Ἄμβρων. ἡ τῆς πέτρας ὀφρύς. εὕρον τοῦτο καὶ ἄμβη. Ἄμμορος. ὁ καποθάνατος. λέγεται δὲ ὁ δύσμορος. Ἄμολγῶ. μεσονυκτίῳ ἢ σκότει, ἐν ᾧ τις παύεται τοῦ μολεῖν ἢ τοῦ κινεῖν. [Ὅμηρος· ὄνειρον ἐπέσσυτο νυκτὸς ἄμολγῶ.]