Ancient Greek
199.2 to 199.21
Pseudo-Zonaras, Lexicon 199.2-21
Unproofread scanNot analysed yet
Ἁμαρτία γνωστικοῦ. γνῶσις ψευδῆς, αὐτῶν τῶν πραγμάτων τῆς θεωρίας τεχθεῖσα τινὸς, ἢ ἐκ τοῦ μὴ δ’ αὐτῷ καλῶς βασανίζεσθαι τὸ πρόβλημα. Ἁμαρτία. κυρίως ἡ ἀποτυχία. παρὰ τὸ μάρπτω, ἄμαρπτιξ, καὶ ἐλλείψει τοῦ π ἄμαρτίξ. ἐντεῦν καὶ μάρτυς ὁ μάρψας καὶ εἰδὼς τὸ ἀληθές. ἢ ἄμαρτία παρὰ τὸ ἄρτῳ τὸ ἁρμόζω, πόρρω οὖσα τοῦ συνηρμοσθαι ὁ βούλεται, τῆς ἀπὸ προθέσεως τὸ ἄποθεν δηλούσης. Ἀμάρα. ὀχετὸς, ἢ ὑδρορρόα. παρὰ τὸ ἄμα ρεῖν τὸ ὕδωρ. [ἢ ὅτι τὰ φυόμενα πλησίον οὐκ ἐξ μαραίνεσθαι. ἢ διὰ τὸ παρὰ τὰς αἵμασιὰς ρεῖν.] Ἀμαξα. παρὰ τὸ ἄγω, ἄμαξα. ἔστι δὲ καὶ Ἀμαξα χωρίον Βιθυνίας. [ὁ χωρίτης Ἀμαξίτης.] Ἀμάσεια. πόλις Ποντική, ἀφ’ ἧς Στράβων. ὁ πολίτης Ἀμασεύς. [κατὰ δὲ Πίωνα Ἀμασεώτης. πειστέον ἄρα Στράβωνι, ὡς πολίτη.] Ἀμαστρις. ἡ πρότερον Κρῶμα. Κρῶμάν τ’ αἰγιαλόν τε —ἀπὸ γυναικὸς Περσίδος Ἀμαστρίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου. τὸ ἐθνικὸν Ἀμαστριανός. [ὡς Φάσις, Φασιηνός. τὰ γὰρ τοιαῦτα ἢ ἀπὸ τῶν εἰς ος εὑθειῶν, ὡς Βάκτριος, Βακτριανός. ἢ ἀπὸ τῶν εἰς ὂς γεινικῶν, ὡς τοῦτο· ἢ ἀπὸ τῶν διὰ τοῦ τα θηλυκῶν, ὡς Ὀλβία, Ὀλβιανός, Ἀσία, Ἀσιανός.] Ἀμαστριανή. ἡ γυνή. Ἀματροχία. τὰ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι· οἷον ὁμοδρομία τις οὖσα. τροχοὺς γὰρ τοὺς δρόμους ἔλεγον. ὀξύνεται δὲ ὡς Φυλαλία. Ἀμαξοτροχία. ὁ τόπος καὶ ἡ ἐγχάραξις τοῦ τροχού. Ἀμαξιτός. ἡ δημοσία ὁδός. Ἀμαθος. ¹³ ἡ μεσόγειος ἄμμος, ἀπὸ τοῦ ψάμθος ἀποβολὴ τοῦ ψ. ἢ ἄμυθος. τις οὖσα τις ἐστιν ἀνεπίγνωστος, ἣν οὐκ ἔστιν ἀριθμῆσαι. ψάμμος δὲ λέγεται ἡ περὶ τὴν θάλασσαν. Ἀμαξίς. εἶδος πλακοῦντος. ἢ κοπτήν Φαμέν. Ἀμαζυγή. ἡ λαμπηδών. Ἀμαρυλλίς. ἡ πορνεία. ¹⁴ Ἀμάλλα. ἡ δέσμη τῶν ἀστραγῶν. Ἀμάμυξις. ¹⁵ ἡ ἀναδενδρὰς ἢ συνδεδεμένη, παρὰ τῆς ἀμύξεως. συνδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες. ἄμυξις καὶ πλεονασμῷ καὶ τροπῇ ἀμάμυξις. Ἀμβολία. ¹⁶ ἡ ὑπέρθεσις. Ἀμβροσία. θεῖα,¹⁷ ἤτοι θαυμασία, ἢ ἀθανασία. Ἀμβασίς. ἡ ἀνάβασις. Ἀμβροσία. ¹⁸ τροφὴ θεῖα, ἣς οἱ βροτοὶ οὐ μετέχουσι, ἢ ἣς οὐχ οἷον τε βροτοῖς ἀψχσθαι.