Ancient Greek
201.16
Pseudo-Zonaras, Lexicon 201.16
Unproofread scanNot analysed yet
χους βιασανιζέσθω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέσθω, ὁ δὲ ὄρος γεγράφθω, τὰ δὲ γρηραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἀψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω· καὶ οὐ δεῖ ἀπερισυκέπτως ποιούσθαι τὰς κρίσεις. Ἀμφισβαινα. 46 ζῶον. Ἀμφιστεφέες. 47 πάντοθεν πλήρεις, περιπεπλεγμένοι ἀλλήλαις. Ἀμφιστομος. αὕτη ἡ φάλαγξ καλεῖται, ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι. Ἀμφιτρίτη. 48 ἡ θάλασσα. ἡ γὰρ παρὰ τὸ δεῖν ἐστιν, ἡ περιρρέουμένη, ἡ παρὰ τὸ τρεῖν· φόβον γὰρ ἐμπνιεῖ. καὶ ὅφειλε δίφθογγον εἶναι ἐκ τῆς ἐτυμολογίας. [ἀλλὰ τὰ εἰς τ λήγοντα θηλικὰ βαρύτοιν ὑπὲρ μίαν συλλαβὴν ἐνὶ φωνήεντι θέλουσι παραλήγεσθαι. οἷον, ἑρέτη, μελέτη, Ἀφροδίτη, Ἀμφιτρίτη.] Ἀμφίφαλλον. 49 ἀμφοτέρωθεν φαλλοὺς ἔχουσαν. φαλλοὶ δὲ, οἱ ἀσπίδιοι. ἀμφίφαλλον ἀσπίδα. Ἀμφῶες50 καὶ ἀμφωτίδες καὶ ἀμφωτίδων. [τῶν δύο ὦτα ἔχουσῶν. καὶ παροιμία· μέχρι τῶν ἀμφωτίδων.] ἐπὶ τῶν ἄγαν πεπληρωμένων, ἀντὶ τοῦ μέχρι τῶν ὤτων, αἵτινες ἦσαν χαλκᾶ τινὰ, καὶ περιετίθεσαν οἱ παλαιοταὶ τοῖς ὠσίν. ἀμφῶες δὲ παρὰ τὸ οὖας, ἐλλείψει τοῦ ὑ ὅας, ὡς οὐδας, οὐδος. ὡς γένος, εὐγενῆς, οὕτως ἀμφω, ἀμφῶες. Ἀμοιβαιίας. ἀνταλλαττομένας. Ἀμηχανίαν. ἀπορίαν, ἀδυναμίαν.