Ancient Greek
208.16
Pseudo-Zonaras, Lexicon 208.16
Unproofread scanNot analysed yet
Ἀμωσγέπως. 49 ὧθεν δήποτε. ἐστι δὲ ῥῆμα ἢ λέξις. ἐστιν οὖν ὄνομα ἄμὸς, ἰσοδυναμοῦν τῷ τις, δωρικῶς. ὡς φησὶν Ὅμηρος· —τῶν ἄμόθεν γε, 41 θεά —ἀντὶ τοῦ ἀπὸ τινὸς μέρους. ὥσπερ παρὰ τὸ καλὸς γίνεται ἐπίρρημα καλῶς, οὕτω καὶ ἀπὸ τοῦ ἄμὸς γίνεται ἐπίρρημα ἄμῶς. καὶ ἐν συνθέσει ἄμωσγέπως. [ἀπὸ δὲ τοῦ ἄμὸς γίνεται ἄμόθεν, ἐξ οὗ τὸ οὐδαμῶθεν ἐπίρρημα. καὶ ὥσπερ ἀπὸ τοῦ καλῶς γίνεται ἐπίρρημα καλὰ, οὕτως καὶ ἀπὸ τοῦ οὐδαμῶς, οὐδαμὰ, ἀπὸ τοῦ οὐδαμῶς.]