Ancient Greek
212.11
Pseudo-Zonaras, Lexicon 212.11
Unproofread scanNot analysed yet
95. αὐθυπόστατος] Sic D. K. Cod. A. ἀνθυ-πύστ. ΑΝΕΤΘΕΤΟΥ γὰρ ἂν ἰχθὺς εἰς κῦρτον εἰσῆλθεν, ὁρῶν ἄλλον κρατούμενον. ἢ παρὰ τὸ ἄνω ἄθρεῖν, ἢ παρὰ τὸ ἐνάρθρον ἔχειν τὴν ὦπα. τετραχῶς δὲ λέγεται ὁ ἄνθρωπος ἐν τῇ γραφῇ· ἄνθρωπος ὁ θεός, καὶ ὁ ἄγγελος, καὶ ὁ ἐντὸς καὶ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος. ἴστέον, ὅτι ὁ ἄνθρωπος καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων μετέχει ζωῆς, καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως. κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κράσιν· τοῖς δὲ ζῴοις κατὰ τὴν καὶ τὴν θρεπτικὴν ἤγουν γεννητικὴν δύναμιν· τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μὲν, ἐκ συμμέτρου δὲ καὶ κατὰ τὴν ὄρεξιν ἤγουν θυμὸν καὶ ἐπιθυμίαν, καὶ κατὰ τὴν αἴσθησιν, καὶ κατὰ τὴν καθ’ ὁρμὴν κίνησιν, ἤτοι τὸ ἀπὸ τόπου εἰς τόπον μεταβητικὸν καὶ ἀναπνευστικόν. ταῦτα γὰρ ἐν ἡμῖν ἐστὶ ποιεῖν καὶ μὴ ποιεῖν. συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοερὰς φύσεσι, λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα, καὶ τὰς ἀρετὰς μεταδιώκων. διὸ καὶ μικρὸς κόσμος ὁ ἄνθρωπος ἐστίν.