Ancient Greek
214.13 to 215.13
Pseudo-Zonaras, Lexicon 214.13-215.13
Unproofread scanNot analysed yet
(Θηλυκόν.) <br/> Ἀναια. 18 χώρα καὶ τόπος ἀντικρὺ Σάμου. ἐκλή-<br/>θη γὰρ Ἀναια ἀπὸ γυναικὸς μιᾶς οὕσης τῶν<br/>Ἀμαζόνων γυναικῶν. ΑΝΑΓΝΩΣΙΣ Ἀναίδεια. παρὰ τὸ ἀναιδής. τοῦτο παρὰ τὸ αἰ-δῶ, αἰδῆς, ἀειδῆς καὶ ἀναιδής. Ἀναβάσεις. αἱ προκῶσαι. οἱ εὐσεβεῖς λογισμοὶ περὶ Θεόν. Φησὶ γὰρ ὁ Δαβὶδ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. 19 εἰς τὸ ἐναντίον δὲ αἱ καταβάσεις. Ἀναβολή. ἔνοχή. Αἰλιανός20 Λοξίας καὶ Ζεὺς :πατὴρ ἀναβολὴν θανάτου ἐψηφίσαντο Φαληρίδι. Ἀναβολαί. αἱ βραδυτητες. λέγεται δὲ καὶ τὰ προοίμια, καὶ αἱ ἀνακρούσεις καὶ αἱ ἀρχαί. Ἀνάγγελον. μὴ δὲ ἄγγελον καταλειφθήναι. ἐνθὰ μάχην21 ἐτλημεν ἀνάγγελον, ἄλλος ἐπ’ ἄλλου πίπτοντες —. Ἀναγκαία τράπεζα. ἡ εὐτελὴς καὶ πενιχρά. Σοφοκλῆς22 ὦ δέσποτ’ Αἴαν τῆς ἀναγκαίας τύχης. τῆς βίας φησὶ· τοὔτεστι τῆς δυστυχίας. Ἀνάγκη. παρὰ τὸ ἄγω, ἄγη, καὶ πλεονασμῷ τοῦ πᾶν ἀνάγκη. [ἢ παρὰ τὸ ἀνάσσω, ἢ πάντων ἀνάσσουσα.] Ἀνάγνωσις. κατὰ φιλοσόφους ἡ τῶν πρώτων μαθημάτων τῆς ψυχῆς ἀναγνώρισις ἢ ἀνάπεισις· οὕτως Ἡρόδοτος. 23 24Ἀναγωγὴ. ὁ τῶν νηῶν ἐκπλους. καὶ γίνεται ἄναγωγη τῶν νεῶν. 25Ἀναγωγία. ἡ ἀπαιδευσία. —ὁ δὲ δι’ ἀναγωγίαν ταῦτα ἐπασχεν. [ἔχων στρατὸν ὑπὸ μέθης· καὶ ἀραγωγίας ἡμελημένον καὶ διεφθαρμένον.] Ἀνάζαρβα. πόλις Κιλικίας. ἀπὸ Ζάρβα τοῦ κτίσαντος [αὐτήν. ὁ πολίτης Ἀναζαρβεύς· ὡς Καρμανδεύς. ἀφ’ ἧς Διοσπορίδης ἰατρὸς χρηματίζων· καὶ Ἀσκληπιάδης ὁ Ἀναζαρβεὺς.] Ἀνάβλησις. ὑπέρθεσις καὶ ἀναβολή. 26Ἀνάδικοι κινήσεις. αἱ ἄνωθεν δικάζόμεναι. ὅταν ἀλῶσιν οἱ μάρτυρες ψευδομαρτυροῦντες. 27Ἀναδομή. ἀναδασμός. ἐγὼ δὲ λέγω ἀνάκτισις. 28Ἀναδρομαί. ἀναβάσεις. ἀναδρομὴ γίνοιτο πού σφαλλόμεθα. 29Ἀναζυγαῖς. ἀναστροφαῖς, στρατοπεδίοις, ἀναλύσεσι τῶν στρατοπεδευμάτων. [Πολύβιος ὁ δὲ Φίλιππος οὐδενὶ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαλληνίαν κατήρεν.] 30Ἀνάεδνον. ἀπροικον. Ἀνάθεσις. ὑπέρθεσις. τὰ χρήματα δῶσειν ὑπέσχοντο, τριῶν ἡμερῶν ποιήσαντες ἀνάθεσιν. Ἀννα. πόλις τῆς Ἰουδαίας. ὁ πολίτης Ἀννίτης. 31Ἀνωμαλία. νόσον ἢ ἀσθένειαν. Ἀνία. θλίψις, λύπη, παρὰ τὸ ἴω, ὁ σημαίνει ὑγιαζω καὶ θεραπεύω, γίνεται αἰῶ κατὰ στέρησιν, καὶ πλεονασμῷ τοῦ ν ἀνιῶ· ἡ γὰρ ἀνία