Ancient Greek
219.56 to 220.22
Pseudo-Zonaras, Lexicon 219.56-220.22
Unproofread scanNot analysed yet
ἀναλογοῦντες. Ἀναλογώτερον. τὸ ὑψηλότερον, τὸ σοφότερον, τὸ ἀναλογικώτερον. Ἀναλτον. Ὅμηρος86 καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλή- ρωτον. Ἀναμίλλητον. ἀφίλονειχον. ΑΝΑΠΕΠΑΤΜΕΝΑ Ἀναπεπαυμένα87 χωρία. πεδία, κάμποι. Ἀνάστημα. ἡλιαία, εὐθύτης. Ἱχυμαστὸν ὁ Θεὸς τῷ Μωυσέι88 τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα. Ἀνάστημα ψυχῆς. τὸ πρὸς τὰς ἀρετὰς ἐπιτεταμένον καὶ σύντονον ἴδιωμα. Ἀνάστημα. *ἀνάστημα. *89 ἀνάστημα *ὑπομονή, καρτερία. Ἀνάφορον. ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτύσαντες οἱ ἐργάται βαττάζουσιν. [Ἀριστοφάνης90 Φέρε σύ τ’ ἀνάφορον ὁ παῖς.] Ἀνακαλυπτήρια. 91 δῶρα διδόμενα ταῖς νύμφαις, ὅταν πρῶτον ἀνακαλύπτωνται ἐν τῇ ἐστίασει τῶν γάμων τοῖς ἀνδράσι καὶ τοῖς ἐστιωμένοις ὁρώμεναι. Ἀνάστρεω. ἀφεγγεῖ. Ἀναμφήριστον. τὸ ἀναμφίβολον. Ἀναφαίρετον. αἴδιον. ἀπὸ τοῦ ἀφαιρῶ, ἀφαίρετον καὶ ἀναφαίρετον, πλεονασμῷ τοῦ ν. [ὡς ἐπὶ τοῦ ἀνχιδῆς. τὸ δὲ ἀφαιρῶ ἐκ τοῦ αἴρῶ τὸ λαμβάνω.] Ἀναυτες. τὸ ἀνωφές. Ἀναλκες. ἀσθενές, ἀδύνατον. Ἀνδρολήψιον. 92 ἐγκλήματος εἶδος. ἐὰν ἐξω τῆς Ἀττικῆς ἀνὴρ Ἀθηναῖος ἐτελεύτησε καὶ μὴ ἐξδίδουν οἱ ἐν ἐκείνῃ τῇ πόλει, ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖ- ΑΝΕΠΙΣΤΑΤΗΤΟΝ το ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς Ἀθήνας δίκην ὑφέξοντας. καὶ τοῦτο ἀνδρολήψιον καλεῖται. Ἀνδράγρια. τὰ ἀπὸ τῶν νεκρῶν σκύλα, ὅτι ἀπὸ ἀνδρῶν ἀγρεύεται, ὡς τὰ ζώαγρια. Ἀνδροκμητα. ἃτινα μετὰ καμάτου ἄνδρες ἐποίησαν. ἢ ἀπὸ τοῦ θανεῖν, ἐφ’ ᾧ ἄνηρ κεκμηκὼς κεῖται. καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον. Ἀνδράποδον. ὁ δοῦλος. εἴρηται καὶ ὁ πούς ὁ ἐν ἀνδράσιν ἀπὸ τοῦ ὑποκειμένου μέρους τῷ ὄλῳ· ὑπόκειται γὰρ τῷ δεσπότῃ ὁ οἰκέτης, καὶ γὰρ ὁ πούς τῷ ἄνωτέρῳ καὶ ὅλῳ σώματι. Ἀνδρείκελον. ὅμοιον ἀνδρί. σημαίνει δὲ καὶ τὸ μίγμα τῶν ζωγράφων, ὃ καλεῖται χρωμάτων κρίσις. Ἀνδρα. τὰ χεῖλη τοῦ ποταμοῦ, ἥγουν τὰ χώματα τὰ ἄνεχοντα τὸν ποταμόν. παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν. Ἀνδρόμεα κρέα. ἀνθρωπεία. Ἀνέγρετον. τὸ ἀνυπόστροφον. Ἀνεπαφρόδита. τὰ ψυχρά. Ἀναλιβόζορα. τόπος. Ἀνεμώλιον. τὸ μάτχιον. Ἀνεξίτητον. τὸ ἀδιόδευτον. Ἀνεκτότερον. ἐλαφρότερον, ὑπομονητικώτερον.