Ancient Greek
221.14
Pseudo-Zonaras, Lexicon 221.14
Unproofread scanNot analysed yet
Ἀνήρετον. μὴ ἀροτριούμενον. ΑΝΘΡΗΣΚΑ Ἄνθηνον,¹⁵ βαπτὸν, ἀνθρόν. Ἄνηθον. ¹⁶ παρὰ τὸ ἄνω θεῖν. Ἄνθος. ¹⁷ παρὰ τὸ ἄνω θεῖν ἐν τῷ αὐξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι. οὐ γὰρ εἰ τι ἄνω θεῖ καὶ αὐξεται, τοῦτο καὶ ἄνθος λέγεται. ἰδοὺ γὰρ πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ ἄνθη [οὐ] λέγονται. ὁμοίως δὲ καὶ ἕλαφος παρὰ τὸ ἐλαύνειν τοὺς ὄφεις, ὅπερ ποιεῖ τοῦτο τὸ κέρας θυμιώμενον· καὶ οὐκ, εἰ τι τοῦτο ποιεῖ, ἕλαφος λέγεται. ἡ δὲ δίκταμος βοτάνη [καιομένη] τοῦτο ποιεῖ, καὶ οὐδέποτε ἂν κληθείη ἕλαφος.