Ancient Greek
233.9 to 234.7
Pseudo-Zonaras, Lexicon 233.9-234.7
Unproofread scanNot analysed yet
Ἀνηνέχθη. 88 ἀντὶ τοῦ ἀνήνεγκεν. Ἡρόδοτος· ἐκπλαγεὶς δὲ τούτοιςιν ἐπὶ χρόνον ἄφθογγος ἦν, μόγις δὲ ποτε ἀνενεχθεὶς, εἶπεν —Ὀμηρος· —μνησάμενος δ’ ἀνεγήγχατο Φάνησός τε —ἀντὶ τοῦ ἀκέπνυσεν, ἐστέναξεν. Ἀνεξυνοῦτο. 89 ἀντὶ τοῦ ἀνεκοινοῦτο. Ἀνιῶμαι. λυποῦμαι. ἀνιῶμαι διὰ ταύτας καὶ ἐπὶ ταύταις καὶ τούτων ἕνεκα. Ἀνόρευσεν. 90 ὁρῶ τὸ διεγείρω, οὐ ὁ μέλλων αἰολικῶς ὁρσω, οἷον· ὁρσεο Λχομεδοντιάδη —91 [τοῦτο γίνεται κατὰ παραγωγὴν ὁρῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ὑ ὁρούω, ὁ μέλλων ὁρούσω, ὁ ἄοριστος ὁρουσα, ποιητικῶς, καὶ ἐν συνθέσει ἀνόρουσεν. οἱ γὰρ Ἰωνες συναρχομένους ποιοῦσι τοὺς παρακειμένους.] 92 Ἀνστήτην. 93 δυϊκὸν ἀντὶ τοῦ ἀνέστησαν. [ὁ δεύτερος ἄοριστος ἕστην, ἕστης, ἕστη, ἕστητον, ἕστήτην, καὶ ἀναστήτην, καὶ ἀνστήτην.] Ἀντετόρησε. 94 διήλθεν, ἐτρύπησεν, ἐκ τοῦ τορῶ· τοῦτο ἐκ τοῦ τεῖρω, τὸ καταπονῶ. [τὸ τορῶ κατὰ συγχοπὴν τρῶ, τρήσω.] [Ἀντιφερίζω. 95 ἐναντιοῦμαι, ἐξισοῦμαι. παρὰ τὸ φέρω, φερίζω, ὡς θέρω, θερίζω. Ἡσίοδος96 καὶ ἀντιφέρεσθαι τὸ ἐναντιοῦσθαι λέγει.] Ἀντιβολήσαμ. ἀπάντησαμ, μετασχεῖν, ἀπὸ τοῦ μολῶ, τροπὴ τοῦ μ εἰς β. τὸ δὲ ἀντιβολήσαμ ἀντὶ τοῦ ἱκετεύσαμ καὶ παρακαλέσαμ. παρὰ τὸ βάλλω καὶ τὴν ἀντὶ πρόθεσιν. Ἀντισηκοῦντα. ⁹⁷ ἐξισάζοντα, ζυγοστατοῦντα. [ἐκ τοῦ Ἰσος ὄνομα γίνεται ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἰσώκω, καὶ τροπὴ τοῦ μακροῦ εἰς τὸ μακρὸν ἰσηκῶ, καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σῶκειν, ὁ σημαίνει τὸ ἰσχύειν. ἐξ οὗ καὶ σῶνος ὁ ἰσχυρός. —σῶνος ἐριούνιος —.] ⁹⁸ Ἀντελαμβάνοντο. . . ἀντὶ τοῦ διεδέχοντο. ὕπνοι τε αὐτοῖς ἀεὶ μακρότατοι ἀντελάμβανοντο. Ἀντεξάγειν. ⁹⁹ ἀπὸ τοῦ παρατάσσεσθαι. ἀντεπιέναι. Ἀντεπῆει. ¹⁰⁰ ἀντεπῆρχετο. Ἀντεπιτίθησιν. ¹ ἀντὶ τοῦ ἀντεπιστέλλει. οὕτως Ἰσαῖος. Ἀντεπιχειρεῖν. πρὸς τὰ λεγόμενα μὴ φέρειν ἐνστασιν. Ἀντέφερον. ³ ἠνχυντιοῦντο. Ἀντέβησαν. ἀντὶ τοῦ ἀντέστησαν. Ἀντεφιλοτιμοῦντο. ἀντὶ τοῦ ἠμιλλῶντο καὶ ἤριζον, καὶ ἀντηγωνίζοντο.