Ancient Greek
243.3
Pseudo-Zonaras, Lexicon 243.3
Unproofread scanNot analysed yet
Ἀπόλλων. 48 ὁ ἥλιος λέγεται κατὰ Ἕλληνας, παρὰ τὸ ἀποκάλλειν τὰς ἰδίας ἀκτῖνας, ἢ παρὰ τὸ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους. ἰατρὸς γὰρ ἦν, ὡς ληρωδοῦσιν οἱ Ἕλληνες. ἢ ὁ μὴ ἀπολλύμενος κατὰ τὴν δύσιν. ἢ ὅτι ὑπὸ τῶν θεολόγων ἐν προσαγορεύεται· ὁ μὴ ὧν πολλὰ ἀλλ’ ἕν: [τὰ εἰς ῶν ὀνόματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς βαρύτονα, φυλάσσουσι τὸ ῶ ἐπὶ γενικῆς· Ἀσκάλων, Ἀσκάλωνος, Ἀπόλλων, Ἀπόλλωνος.]