Ancient Greek
246.1
Pseudo-Zonaras, Lexicon 246.1
Unproofread scanNot analysed yet
ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖς. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν. [οἷον· ἄνθρωπος ἀποφρὰς93 καὶ βλέπων ἀπιστίαν. παρὰ τὸ φῶ ρῆμα, φράζω, ὁ μέλλων φράσω, ἀποβολὴ τοῦ ᾧ φρῆς καὶ ἀποφρὰς.] Ἀπορία. ἡ καθ’ ὑπεροχὴν ἑτέρου ἀσθενείας ὑπαρξις. Ἀπὶγνωσις. Ἐλπίδος στέρησις. Ἀπόνοια. ἡ χωρίζουσα τοῦ δέοντος, καὶ ἀποστασίαν ποιούσα τοῦ νοῦ. Ἀπάθεια. 94 οὐ τὸ μὴ πολεμεῖσθαι ὑπὸ δαιμόνων, τὸ μὴ λῃστεῖσθαι ὑπὸ δαιμόνων. ἐπεὶ ἤδη ὀφείλομεν κατὰ τὸν Ἀπόστολον ἐξελθόντας ἐκ τοῦ κόσμου· ἀλλὰ πολεμουμένους ὑπ’ αὐτῶν ἀπολεμήτους μένειν. Ἀπάθεια ἐστὶν ἄνθος τοῖς πρακτικοῖς. 95 πρακτικὸν δὲ συνίστησιν ἡ τήρησις τῶν τοῦ χριστοῦ ἐντολῶν· τούτων δὲ φύλαξ ὁ φόβος αὐτοῦ. ἔργον δὲ ἀπαθείας ἡ ἀγάπη. ἀπάθεια ἐστὶ κατάστασις ψυχῆς λογικῆς ἐκ πραότητος καὶ σωφροσύνης συνισταμένη. Ἀποτίμησις. τὸ ἀποτίμημα, καὶ τὸ τέλος, καὶ ὁ φόρος. Ἀπήχεια. 96 ἀντὶ τοῦ ἀπέχθεια· οὕτως Λυσίας καὶ Δείνarchos.