Ancient Greek
268.28
Pseudo-Zonaras, Lexicon 268.28
Unproofread scanNot analysed yet
Ἀργαλέος. χαλεπός, δεινός. παρὰ τὸ τὸν ἄρην, τὸν πόλεμον, ἄραλέος, καὶ πλεονασμῷ τοῦ γ. ἄργαλέες. ἢ παρὰ τὸ ἅλγος, ὁ λύπας καὶ κακὰ ἐμποιῶν. παράγονται δὲ τὰ τοιαῦτα ὀνόματα ἀπὸ τριῶν μερῶν τοῦ λόγου. ἀπὸ ὀνόματος, ἀπὸ ῥήματος καὶ ἀπὸ ἐπιρρήματος. ἀπὸ ὀνόματος, ὡς τὸ δίψα, διψαλέος· ἀπὸ ῥήματος, ὡς τὸ Θαρσῶ, Θαρσαλέος· ἀπὸ ἐπιρρήματος, ὡς ῥίμψα, ῥίμψαλέος. τὸ δὲ ἄργαλέος παρὰ τὸ ἅλγος, μεταθέσει τοῦ λ εἰς ρ. ὅμοιον τὸ ὕδρηρός, ὕδρηλός, ὕψηρός, ὕψηλός.