Ancient Greek
269.18
Pseudo-Zonaras, Lexicon 269.18
Unproofread scanNot analysed yet
Ἀρείων. ὁ βελτίων. εἴρηται παρὰ τὸ ἄρης, ἢ κυρίως ὁ κατὰ πόλεμον καλλίων. Ἀρειδῆλος. ὁ φανερός. Ἀρειος πάγος. δικαστήριον Ἀθήνησιν οὕτω καλούμενον. οἱ δικασταὶ ἀρειοπαγῖται. ἐκλήθη δὲ ἄρειος πάγος, ἢ ὅτι αἱ Ἀμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύοντο, Ἄρεως οὖσαι ἢ ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει κεῖται τὸ δικαστήριον· ἄρειος δὲ, ἐπειδή διώζει ὁ Ἄρης τὸν φόνον. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ὅμηρος· πάγος δὲ οἱ ἀντεβόλησεν.