Ancient Greek
284.5 to 285.4
Pseudo-Zonaras, Lexicon 284.5-285.4
Unproofread scanNot analysed yet
Ἀρζανηνή. ὄνομα τόπου. Ἀρήνη. ὄνομα πηγῆς. Ἀρετή. παρὰ τὸ ἔρῶ τὸ ἐπιθυμῶ ἔρατή, καὶ κατὰ μετάθεσιν τῶν στοιχείων ἀρετή, ἢ ἐπερχτο; κτήσις, ἣν ἐροῦνται πάντες. ἢ παρὰ τὸ ἄρῶ, ἀρίσκω, ἄρεστη καὶ ἄρετη, ἣ πάντες ἀρέσκονται. λέγεται καὶ ἄρετη ἢ κατὰ πόλεμον δύναμις, παρὰ τὸ ἄρην, ὁ σημαίνει τὸν πόλεμον. Ἀραευίασις. ἡσφαλισμένησις. Ἀρρήτουργία. ἡ αἰσχρουργία. Ἀριστοκρατία. ἡ κράτησις τῶν ἀρίστων. Ἀριστοτοκεία. ἡ ἀρίστους γεννῶσα. Ἀριστονomic. ἡ εὐνομία, ἡ τῶν ἀρίστων διάνομη. Ἀρίσβη. πόλις Τρωϊκή. Ἀρήνη. 58 πόλις τῆς Μεσσήνης. παρὰ τὸ ἄρω Ἀρή[νη εὐκροτρόστος γάρ. ὡς οὖν ἀπὸ τοῦ σάσων σιτσήνη, καὶ λάμπω λαμπήνη, οὕτως καὶ ἄρω Ἀρήνη.] Ἀρισκυδής. 59 ἡ ἄγαν ὀργιζομένη. σκύζω γὰρ τὸ ὀργίζομαι. Ἀριστερά. 60 ἀπὸ τοῦ ἄριστος, ἀριστερός, ἄρι- στέρα, ὡς Φόβος, Φαβερὸς, Φοβέρα. ἐστὶ δὲ καὶ κατ’ εὐφημισμὸν, ὥσπερ καὶ εὐώνυμος λέ- γεται ἡ αὐτή. Ἀριστερῶν χεῖρες 61 παρὰ τῷ ἁγίῳ εὐαγγελίῳ οἱ σαρκικοὶ λογισμοί, δεξιὰ δὲ χεὶρ τὸ ἅγιον πνεῦμα. ὡς τὸ· μὴ γνῶτω ἡ ἀριστερά, τί ποιεῖ ἡ δεξιὰ σου. τὰ γὰρ δεξιὰ μέρη τοῦ ἁγίου πνεύματος οὐδὲν τούτων φροντίζουσι, πιστεύον- τα τῇ δεσποτικῇ Φωνῇ· ζητεῖτε πρῶτον τὴν βα- σιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθή- σεται ὑμῖν. Ἀρκειος κεφαλή. ἡ τῆς ἄρκου. καὶ ἄρκειον κρέας, δίφθογγον. ἄρκιον 62 δὲ τὸ ἱκανὸν καὶ ὠφέλιμον, Ἰ. Ἀρκυς. 63 δεσμὰ, δίκτυα. παρὰ τὸ ἄρπάζω ἄρ- πυον καὶ ἄρκυον. ἐπιτήδειον γὰρ ἐστὶ πρὸς τὸ ΑΡΚΕΥΘΟΣ ἀρπάζειν. ἢ παρὰ τὸ ἕλκω, ἕλκυνον καὶ τροπὴ τοῦ εἰς α καὶ τοῦ λ εἰς ρ ἄρκυνον. ⁶⁴ εἶδος φυτοῦ ἀκινθώδους, οὗ τὴν ὀσμὴν πάντα τὰ ἔρκετὰ ἀποστρέφονται. παρὰ τὴν ἄραν, ὅ ἐστι τὴν βλάβην, κεύθειν ἀράκευθος καὶ ἄρκευθος. ἢ διὰ τὸ ἔχειν τὰς ἀκάνθας κεκρυμμένας. ⁶⁵ παρὰ τὸ ἄρκῶ ἄρκος, ἡ ἐπαρκούσα ἑαυτῇ. Φασὶ γὰρ αὐτὴν διαζῆν τὸν χειμῶνα ἔκτὸς ἐπεισάκτου τροφῆς. ⁶⁶ ἡ τῶν ἀρμάτων ἡνιοχία.