Ancient Greek
292.34
Pseudo-Zonaras, Lexicon 292.34
Unproofread scanNot analysed yet
Ἄστηρ καὶ ἄστρον διαφέρει. ἄστηρ γάρ ὁ Κρόνος καὶ οἱ ἄλλοι πλάνητες· ἄστρον δὲ ὁ Ὠρίων, ὅς πρὸ ἀστέρων ἐστὶ σύστημα. εἴρηται ἄστηρ παρὰ τὸ μὴ ἔχειν στάσιν, ἄστατηρ καὶ ἄστηρ. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἀπλανῶν. ζητεῖται δέ, διὰ τί, ὥσπερ γίνεται κατὰ συγκοπὴν γαστρὸς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἄστῆρ ἄστέρος ἄστρός. καὶ ἐστὶν εἰπεῖν, ὅτι αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας. ἐπεὶ οὖν ἡ ἄστέρος γενικὴ συγκοπτομένη οὐκ εὐθεῖα, ἵνα μιμηθῇται, οὐ συγχόπτεται. εἰ δέ τις εἴποι, ἡ γαστέρος ὠφελὴς συγκοπὴ γενέσθαι γαστρός· οὐ γὰρ ἔχει