Ancient Greek
302.9
Pseudo-Zonaras, Lexicon 302.9
Unproofread scanNot analysed yet
Ἀτρεΐδης. <sup>34</sup> τὰ ἀπὸ τῶν εἰς ν, ξ, ψ, ρ, διὰ τοῦ ι γιγόμενα, ἐν τοῖς εἰς δης πατρωνυμικῶν· Μέμνων, Μέμνονος, Μамνονίδης· Φοίνιξ, Φοινικίδης· Πέλοψ, Πελοπίδης· Νέστωρ, Νεστορίδης. καὶ τὰ ἀπὸ τῶν εἰς ος ληγόντων διὰ τοῦ ι· Πανάριστες, Παναριστίδης· Βῆλος, Βηλίδης. τὰ ἀπὸ τῶν εἰς ευς διὰ διφθόγγου· Ἀτρεύς, Ἀτρεΐδης. τὰ ἀπὸ τῶν εἰς ος ἄττικῶν· Νηλεύς, Νηλέως, Νηλεΐδης. τὰ ἀπὸ τῶν εἰς αιος· Ἑλκαΐος, Ἑλκαΐδης. τὰ ἀπὸ τῶν εἰς ης ἔχοντων τὴν γενικὴν εἰς ους, εἰ μὲν βραχεῖα παραλήγεται, διὰ τοῦ ι γράφεται· Εὐτυχὴς, Εὐτυχούς, Εὐτυχίδης· Ἀχαιμένης, Ἀχαιμένους, Ἀχαιμενίδης· εἰ δὲ μακρὰ παραλήγεται, διὰ διφθόγγου· Ἡρακλῆς, Ἡρακλοῦς, Ἡρακλεΐδης, χωρὶς τριῶν, Ὠρσυνηδίδης, Διακηρίδης καὶ Θουκυδίδης· ταῦτα