Ancient Greek
308.16
Pseudo-Zonaras, Lexicon 308.16
Unproofread scanNot analysed yet
33. πεσόντα] K. πεσόντες. ΑΤΧΗΜΑΤΑ τῆς ψυχῆς γνωρίζεσθαι δύναται. πῶς γὰρ ἂν καὶ Φανήσετχ ἡ αἰτεξουσίου προαίρεσις, ἐνθα προσβολὴ ἐναντίου οὐ γίνεται; μόνος τοίνυν ὁ τοῦ Χριστοῦ νοῦς, καὶ ἡ πᾶναγία αὐτοῦ ψυχὴ ἄγνωστος καὶ ἄδεκτος πάσης προσβολῆς πονηρᾶς γέγονε. μορφὴ γὰρ δούλου ἦν χαλιναγωγουμένη καὶ δεσποζομένη ὑπὸ τοῦ καθ’ ὑπόστασιν ἡνωμένου αὐτῇ Θεοῦ λόγου. διόπερ καὶ ἔλεγεν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος· οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· ὑπὲρ γὰρ τοὺς ὅρους καὶ νόμους τῆς ἡμετέρας φύσεως ὑποστὰς ἀσπόρως ὡς Θεός, σῶμα καὶ ψυχὴ ᾧν τῇ τοῦ δεσπότου νεύσει ἐτοίμως ὑπετάττετο, ὡς Θεωθεῖς.]