Ancient Greek
317.10
Pseudo-Zonaras, Lexicon 317.10
Unproofread scanNot analysed yet
Ἀχανὲς πέλαγος. τὸ λίαν πεχηνός. Ἀχθος. βάρος. ἄχος τί ἐστι καὶ πλεονασμῷ τοῦ θ ἄχθος. Ἄχος. λύπη, σιωπὴν ἐπιφέρουσα. παρὰ τὸ μὴ διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς. ἢ παρὰ τὸ ἔχω, κατὰ ἀντίφρασιν, ὃ οὐ θέλει τις ἔχειν. ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χῶς καὶ μετὰ τοῦ στερητικοῦ ἄ ἄχος. ἢ παρὰ τὸ χέω μετὰ τοῦ στερητικοῦ ἄ ἡ μὴ διαχεοῦσα τὴν ψυχὴν, ἀλλὰ συνέχουσα.