Ancient Greek
324.14 to 325.5
Pseudo-Zonaras, Lexicon 324.14-325.5
Unproofread scanNot analysed yet
Βακτηρεύειν. στηρίζεσθαι. Βακέω. τὸ μεθύσκομαι. καὶ βακχευτής, ὁ μεθυστής. γέγονε παρὰ τὸ βάκχος, ὁ σημαίνει τὸν οἶνον· τοῦτο δὲ παρὰ τὸ βῶ, τὸ βαίνω, καὶ τὸ ἄχος· ὁ γὰρ ἔχων λύπην καὶ εἰς μέθην ἐμπικτων, ἀφίησιν αὐτὸν ἡ λύπη· ὑπερέβη γὰρ τὴν λύπην ἡ μέθη. Βαλῶν. αἱ εἰς ῶν λήγουσαι μετοχαὶ ἀορίστου δευτέρου ὀξύνονται· δαμῶν, ἐλθὼν, κιών· οὕτως οὖν καὶ βαλῶν. ἀντίκειται τὸ πέφυνον· αἱ γὰρ εἰς ῶν λήγουσαι μετοχαὶ ὅποτε ἐν ἐπικλο- κῇ ἔχουσι δύο σύμφωνα, ὧν τὸ δεύτερον ἐστὶν ἀμετάβολον, πάντες βαρύγονται τέμνων, δάμνων· τούτοις ὅμοιον τὸ πέφνων. Βαλλίζειν. τὸ κύμβαλα κτυπεῖν καὶ πρὸς τὸν ἐκεῖνον ἦχον ὀρχεῖσθαι. Βαλανεύσω. διακονήσω. ἑμαυτὸν 79 βλαανεύσω. Βάλλ’ ἐς κόρακας. 80 ἄπιθι εἰς ἀπώλειαν καὶ φόρον. Βάλλεται. κλήττεται, πυρπολεῖται. βάλλεται δὲ ἡ ναὺς σκηπτῷ. 81 Βαλεῖν. 82 τὸ πόρρωθεν κέμψαι. Βαμβαίνει. 83 διστάζει, τρέμει τοῖς ποσὶ καὶ τῇ γλώσσῃ, ἀσήμως φθέγγεται. ἢ ὑποτρόμους ἦχει τοὺς ὀδόντας. ἀπὸ μεταφορᾶς τῶν ποδῶν, τῶν μὴ ἐδραίαν τὴν φυγὴν ἔχοντων. [ἔστιν οὖν βαίνω, καὶ κατὰ ἀγαδιπλασιασμὸν βαβαίνω, καὶ πλεονασμῷ τοῦ μ βαμβαίνω.] Βαίνει. περιπατεῖ. Βάπτουσι. Ἀριστοφάνης ἀντὶ τοῦ πλύνουσι. 84 πρῶτα μὴτ’ ἔρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον. Βάπτω. 85 παρὰ [τὸ βᾶ] τὸ βαίνω· τρόπον γὰρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευτεροῖον χρῶμα. Βαρυβρομέων. 86 βαρυηχῶν καὶ βαρυηχέων. Βαρύθω. 87 ἀπὸ τοῦ βαρὺς βαρύω, καὶ πλεονασμῷ τοῦ ἧ βαρύθω. Βαρυθυμεῖ. 88 ὀλιγωρεῖ. Βασιλειῶ. ἐπιθυμῶ βασιλείας. ΒΑΣΙΛΕΙΩΝΤΑ Βασιλειῶντα. ⁸⁹ ἐπιθυμοῦντα βασιλεύσαμ. Βασιλίζω. ⁹⁰ τὰ τοῦ βασιλέως φρονῶ. †Βασανίζας. ἀντὶ τοῦ δοκιμάσας. ἀπὸ τῆς βασάνου λίθου. οὕτως Πίνδαρος. †Βαστάσας. ⁹¹ ἀντὶ τοῦ δοκιμάσας. Βασκαίνειν. ⁹² οὐχὶ τὸ φθονεῖν δηλοῖ, ἀλλὰ τὸ λυπεῖν, καὶ αἰτιάσθαι καὶ δυσχεραίνειν. ἐὰν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει. Φερεκράτῃς· ὁ λαγώς με βασκαίνει τεθνῃκώς. διὰ τοῦτο οὐδὲ [τῇ] δοτικῇ συντάσσεται, ἀλλὰ τῇ αἰτιατικῇ· τὸ γὰρ βασκαίνει μοι βάρβαρον. καὶ βάσκανον τὸν λυπηρὸν καὶ βλαβερὸν λέγουσι.