Ancient Greek
325.27
Pseudo-Zonaras, Lexicon 325.27
Unproofread scanNot analysed yet
Βδέλυγμα ἑρμώσεως. τὸν ἀνδριάντα φησι τοῦ τότε τὴν πόλιν ἑλόντος, ὃν ἕστησεν ἔνδον, ἐρημώσας τὴν πόλιν καὶ τὸν ναόν. βδέλυγμα καὶ ὁ ἀντίχριστος, ὡς πιστευθησόμενος παρὰ Ἰουδαίων χριστὸς εἶναι καὶ πιστευθησόμενος καὶ δόξων ὅλης τῆς οἰκουμένης εἶναι βασιλεύς. ἕξει δὲ ἐπ' ἐρημίας τοῦ κόσμου. βδέλυγμα καὶ ἡ πρὸ τοῦ λόγου πρᾶξις παρὰ τὸν προσήκοντα λόγον. καὶ πᾶν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου οὕτως ἐκαλεῖτο παρὰ Ἰουδαίοις.