Ancient Greek
331.9 to 332.13
Pseudo-Zonaras, Lexicon 331.9-332.13
Unproofread scanNot analysed yet
†Βλῶρος. 91 ὁ διάλευκος. †Βλάσφημος. ὁ εἰς θεὸν ἐξυβρίζων. οἱ δὲ ἐβλασ-φήμουν92 αὐτὸν ὡς κακίας ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. Βλεπεδαίμων. ὁ διαστραμμένος τὰς ὀφεις ὑπὸ δαίμονος. Βλίκαρρος. 93 ὁ βάτραχος. Βλιττομάμας. 94 ὁ μωρός· καὶ γὰρ τὸ βλίττον μωρὸν ἐστι λάχανον. Βλοσσυρός. ἄγριος, καταπληκτικός. Βλωμός. κλάσμα ἄρτου. ἀπὸ τοῦ ψωμὸς, τοῦ ψ εἰς β τραπέντος. ἢ παρὰ τὸ Φλωμός, ὅ ἐστι κλάσμα τοῦ ἄρτου, καὶ κατὰ τροπὴν βλωμός. [ἢ παρὰ τὸ βρῶ τὸ ἐσθίω βρωμὸς καὶ βλωμός· ὡς καὶ παρὰ τὸ βῶ βωμός. οἱ δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα. Ἡσίοδος· ὀκτάβλωμον.] Βλοστεισμός. ἡ ἀπορία. παρὰ Γαληνῶ. [γράφει καὶ ὁ Ψελλός· Ἐμχύμωμα παρέκχυσιν, τὴν ἐφελκύδα μίμην· Ὑπέρινος κατάξηρος, βλοστρισμὸν ἀπορίαν· Ἐμφυμα τὸ ἐξάνθημα, τὸ βλάπτεσθαι γυιοῦσθαι.] (Θηλυκόν.) Βλάβη. ἡ εἰς ψυχὴν ἐλάττωσις καὶ ἡ ἁμαρτία, ἀπὸ τοῦ βλάβω βλάβη. [Ὅμηρος· βλάβεται δὲ γόνατα. ὅθεν καὶ βλάβος. εἰ γὰρ ἦν ἀπὸ τοῦ βλάπτω, ὤφειλεν εἶναι βλάφη, ὡς σκάπτω, σκάφη.] Βλακείαι. ἐκλυσις, μωρία, χαυνότης, μαλχηότης, ραστώνη. οὐ γὰρ στρατηγῶν βλακείαις τὰ πράγματα ἐπέτρεψε. Βλασφημία. ἡ εἰς θεὸν ὕβρις. λέγεται δὲ καὶ ἡ κατὰ ἀνευθύνων γενομένη μέμψις. [παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ἢ ταῖς φήμαις βάλλουσα.] Βλάστη. τὸ βλάστημα. Βλαύτη. εἶδος ὑποδήματος. σπεύδσιν ἀπὸ βυτήρος τούτέστιν ἀπὸ βλαύτης. καὶ βλαυτία τὰ ὑπὸ τοὺς πόδας σανδάλια. Βληχή. ἡ τῶν προβάτων φωνή. [Βλήχων. ἡ γλήχων. ἐστι δὲ εἶδος βοτάνης·] Βληχρά. ἀσθενής. Βλιτάδες. ² οἱ παλαιοὶ τὰς γυναῖκας ἀσθενεῖς ἔλεγον. Βλοσσυρῶπις. ³ καταπληκτική. Βλῶσις. ⁴ παρουσία. Βλωθρή. χλωρά, ἁπαλή. ———ταύτας ἀρμόση βλωθρᾶς, Ὠρίμχε, πλατάνου. ⁵ βλωθρὴ καὶ ἡ μακρὰ καὶ ἡ μεγάλη. [ἢ εἰς τὸν αἰθέρα μολίσκουσα, μολαιθέρη τις οὖσα καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ μ εἰς τὸ β καὶ ἐκτάσει τοῦ ο εἰς ω, βλωθρή. ἢ παρὰ τὸ μο- λεῖν καὶ τὸ φορεῖν, ἢ φοροῦσα ταχέως.] (Οὐδέτερον.) Βλαύρια. ⁶ σανδάλια. Βλάβος. ἡ βλάβη καὶ τὸ ἁμάρτημα. Βλέπος. τὸ βλέμμα. Βλίφαρον. τοῦ βλέποντος Φάρος. ἢ παρὰ τὸ ἐν