Ancient Greek
333.3 to 333.32
Pseudo-Zonaras, Lexicon 333.3-32
Unproofread scanNot analysed yet
Βλέπετε, ἐπισκέψασθε, προσέχετε. ἀποστολικὴ25 ἡ λέξις· βλέπετε τὴν κλῆσιν ὑμῶν, ἀδελφοί —. Βλιμαίνειν. τὸ στριγᾶν. 26 (Ἐπίρρημα.) Βλακικῶς. ἀντὶ τοῦ βραδέως. ὡς βλακικῶς27 διακονεῖς. Τὸ Β μετὰ τοῦ Ο. (Ἀρσενικόν.) Βοηδρόμος. 28 ὁ βοηθός. Βοηθός. ἀπὸ τοῦ εἰς βοὴν θεῖν. βοὴ γὰρ κυρίως ἡ μάχη, ὡς —βοὴν ἄγαθὸς29 Μενέλαος. [ἢ παρὰ τὸ βοὴν καὶ τὸ θόος, ὁ εἰς τὴν βοὴν θόος καὶ ταχύς.] Βόθρος. 30 ὄρυγμα, λάκκος. παρὰ τὸ βάθος, βάθρος καὶ βόθρος. Βόθυνος. 31 τόπος τις ἰδίως οὕτω κἀλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνῆμην Ἰσαῖος καὶ Καλλισθένης ποιεῖται. καὶ ὁ βόθρος, καὶ ὁ λάκκος, [καὶ τὸ ὄρυγμα.] ὥσπερ παρὰ τὸ θρασύς γίνεται θράσυνος, οὕτως καὶ παρὰ τὸ βαθὺς βάθυνος καὶ βόθυνος. ΒΟΣΠΟΡΟΣ Βολεᾶν. κοπροθέσιον. Βόλιτος καὶ βόλβιται. τὰ κόπρια. Βολβός. 32 εἶδος ὀσπρίου ἢ καὶ κρομμύου. βολβὰς τὸ ὕδνον. Βόλιμος. 33 μόλιμος καὶ κατ' ἐναλλαγὴν βόλιμος. Βομβάλβιος. 34 αὐλητής, παίζων. παρὰ τὸ αὐλόν. Βόμβος. ὁ τῶν μελισσῶν ἦχος. Βόμβρυξ. 35 εἶδος σκώληκος. Βομβυλίος. 36 εἶδος μελίσσης ἐκ κηλοῦ πλαττοῦσης τὰ κηρία. Βοοβόρους. ὀβολοὺς 37 μεγάλους. Βοονόμος. ὁ τοὺς βοῦς νέμων καὶ βώσκων. Βορβορόπιν. 38 κῆπον. σημαίνει καὶ τὸ μόριον. Βορβορυγμός. 39 ὁ ἐπιφερόμενος ἦχος τοῦ ὕδατος, ἢ ἦχος ἐκ τοῦ στόματος τῆς καμήλου. [σύνθημα. δὲ ἐστι ταῖς καμήλοις καθεζομέναις ὁ τοιοῦτος ἦχος.] Βορρᾶς. ἄνεμος ψυχρός. τινὲς δὲ ἐν ρ γράφουσι. Βορέας. παρὰ τὸ βάρος, 40 καὶ τροπὴ τοῦ α εἰς ο. 41 [ἢ παρὰ τὸ βορᾶ, ὁ σημαίνει τὴν τροφήν. βορᾶς γὰρ ἡμῖν αἴτιος, αὐξων τοὺς καρπούς.] Βόρβορος. [παρὰ τὸ βῆρος βάρβαρος, καὶ τροπὴ τοῦ α εἰς ο βόρβορος,] ὁ ἐστι τὸ περίττωμα τῆς γαστρός. [τοῦτο γὰρ ἐν τῷ ἄνω κείμενον βάρος ἐμποιεῖ. ἢ παρὰ τὸ βορᾶ βορὸς καὶ βόρβορος,] ἢ ἐκ τῆς τροφῆς ὕλη. Βόσπορος. 42 πόλις περὶ τὸν Ἑλλήσποντον, ἣν ὁ Βωχάνος ὁ Τοῦρκος ἐπὶ Ἰουστινιανοῦ βασιλέως ἐπόρθησεν. ὡς φησι δὲ Φιλέας, δύο Βόσποροι εἰσίν· ὁ μὲν κατὰ τὴν Προποντίδα, ὁ δὲ Θρακικός.