Ancient Greek
336.1
Pseudo-Zonaras, Lexicon 336.1
Unproofread scanNot analysed yet
ἀδύνατον· καὶ ἡ μὲν βούλησις καὶ περὶ τὰ [μὴ δι'] ἡμῶν πραττόμενα, ὥσπερ ἂν [εἴ τις] εἴποι βούλεσθαι τόνδε τὸν ἀθλητὴν νικῆσαι· προαιρεῖσθαι δὲ οὐκ ἂν τις ἔρει τοῦτο· ἡ γὰρ προαίρεσις ἐπὶ τῶν δι' ἡμᾶς ἀεὶ πραττομένων λέγεται. ἔτι ἡ μὲν βούλησις μᾶλλον ἐστὶ τοῦ τέλους, ἡ δὲ προαίρεσις τῶν περὶ τὸ τέλος, οἷον· ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ τὰ δι' ὧν ὑγιανοῦμεν.