Ancient Greek
342.47 to 343.23
Pseudo-Zonaras, Lexicon 342.47-343.23
Unproofread scanNot analysed yet
σωτὴρ σώτειρα, οὕτως ἀνὴρ ἄνειρα, [καὶ μετὰ συνθέσεως τοῦ βῶ, βωτιάνειρα.] †Βωταλὶς. ἡ νυκτερίς. †83 (Οὐδέτερον.) Βώτιον. 84 χώρα παρὰ τὴν Ἴλιον. [εἰς δὲ κατά- χθεις Ἀγαμέμνων ἐπεβώσατο τὴν Ἀρτέμιν, εὐμενῆ αὐτῷ γενέσθαι πλέοντι. καὶ ὠνομάσθη οὕτως ἀπὸ ταύτης τῆς αἰτίας.] Βωμακεύματα. τὰ βωμολοχέυματα. 85 οἱ δὲ τὰ εὐτράπελα καὶ γελωτοποιά, ἢ τὰ πολανικά. ἄλλοι δὲ τὰς συκοφαντίας ἢ τὰ πανουργεύματα. (Ῥῆμα.) Βωθῦσσειν. 86 ὁρμᾶν. Βωθεύοντας. 87 βοηθοῦντας. [Βωμολοχεύσαιτο.] ἀντὶ τοῦ ἀγοραῖον τι εἶποι ἢ εὔτελές. οὕτως Ἀριστοφάνης. 88 Βώσεσθε. 89 βιώσεσθε. Βώσαντι. 90 κράξαντι. Βωσόμεθα. καλεσόμεθα, 91 μαρτυρούμεθα. Βωστρεῖν. 92 βοᾶν, καλεῖν. παρὰ τὸ βῶ, βοάζω, [βοχστής, εἴρηται δήμχ βοαστρῶ· ὡς ἀπὸ τοῦ ἐλεῶ ἐλεάζω, ἐλαστής, καὶ ἐλαστρῶ.] Βώοσον. 93 βοήθησον. οὕτως Κρατῖνος. Τὸ Γ μετὰ τοῦ Α. (Ἀρσενικόν.) Γαβριήλ. ὄνομα κύριον, ἐρμηνεύεται δὲ Θεὸς καὶ ἄνθρωπος. Γαλαθηνός. 95 ὑπικάζιος. παρὰ τὸν θῆσω μέλλοντα, ὁ δηλοῖ τὸ θρέψω, [ὡς τὸ ἐπησταυὸν γάλα θῆσθαι. 96 τούτεστι τρέφεσθαι, γίνεται θηνός, ὥσπερ παρὰ τὸν κλείσω μέλλοντα γίνεται κλεινός· καὶ ἐν συνθέσει γαλαθηνός.] Γαλεὸς καὶ γαλεώτης. 97 ὁ ἀσκαλαβώτης. Γαλαξίας. 98 τὸ ἐν τῷ οὐρανῷ Φῶς κατὰ τὴν νύκτα, ὅπερ ἐστὶν ἀνάκλασις φωτὸς ἡλιακοῦ, μὴ καταλαμπομένων τῶν ἀστέρων. Γάλλοι. οἱ ἀπόκοποι, οἱ εὐνοῦχοι. Γαλααδ. ἀποκάλυψις ἐρμηνεύεται. Γαληψός. 99 ὄνομα κύριον, καὶ πόλις τῆς Θράκης, ἀπὸ Γαλήψου τοῦ ἐκ Θάσου. τὰ εἰς ψος ὑπὲρ δύο συλλαβῶν ὀξύνονται, οἷον· σμινδαψός· [χεραψός·] λυκαψός· γαληψός. ὁ πολίτης Γαληψιος. †Βωτεῖν. τὸ ἄρστριᾶν. †Βωτεῖν. ἀντὶ τοῦ ἄρουῦν. οὕτω Λάκωνες. Βῶ. τὸ πατῶ, ἐξ οὗ καὶ βότρυς. [Βῶ. τὸ τρέφω, ἐξ οὗ καὶ βοῦς.] [Βῶ. τὸ βυίνω, ἐξ οὗ καὶ βῆμα.] Βῶ. τὸ λέγω, ἐξ οὗ κατὰ παραγωγὴν βάζω. Γάλλος. ὄνομα ποταμοῦ. Γάμβορος ἢ γάμμορος. ὁ ἀμέτοχος. Γαμιλιῶνος. ὄνομα μηνός. Γάμος. παρὰ τὸ δαμῶ, τὸ δαμάζω, γίνεται δαμόθ καὶ γάμος. ὅθεν καὶ Ὅμηρος ἀδαμάστους λέγει τὰς παρθένους·