Ancient Greek
344.15
Pseudo-Zonaras, Lexicon 344.15
Unproofread scanNot analysed yet
[Γαύνακας. 21 γαύνακας ἀμπεχόμενον.] (Θηλυκόν.) Γαῖα. 22 ἡ γῆ. παρὰ τὸ γῶ τὸ τίκτω, ἐξ οὗ γίνεται γέα [διὰ τοῦ ε ψιλοῦ· οἷον] ἡ γεννητική. ἐκ ταύτης γίνεται γεωμετρία, γεωργός. τοῦτο τὸ γέα γίνεται κατὰ κράσιν τοῦ ε καὶ α εἰς ἡ γῆ, ἐξ οὗ γήπεδον, γηγενής. ἐκ τοῦ γῆ γίνεται ἄλλη παραγωγὴ διὰ τῆς αι διφθόγγου, γαῖα· ὥσπερ ἀπὸ τοῦ σελήνη σελήναία. ἀλλὰ Σέργιος ὁ γραμματικὸς λέγει· ἀπὸ τοῦ γαίω τὸ γαυριῶ γίνεται γαῖα, οὐκ ἀπὸ τοῦ γῆ· ἐξ οὗ καὶ βουγάιος καὶ γαιήοχος. ἀπὸ γὰρ τοῦ γαῖαν ἔχειν γίνεται γαίοχος, καὶ πλεονασμῷ τοῦ ἡ γαιήοχος, ὁ ἐπὶ τῆς γῆς ὁχούμενος· περιλαμβάνει γὰρ αὐτὴν ὁ ὤκεανός.]