Ancient Greek
346.1 to 346.19
Pseudo-Zonaras, Lexicon 346.1-19
Unproofread scanNot analysed yet
ΓΑΓΓΑΙΝΑ Γάγγαινα. ἕλκος, εἶδος σηπτικοῦ καὶ νεμομένου τὸν τόπον. ἔρπην τινὲς [αὐτήν] εἶναι φασιν ἢ ἐρυσιπέλαν. (Οὐδέτερον.) Γάδειρα. τόπος κατὰ τὴν ἑσπερίαν μοῖραν, ἀποτελευτησάσης τῆς Θαλάσσης. ἡ νῆσος ἔξω τῶν Ἡρακλείων στηλῶν, οἷον εἰ γῆς δεirá. τὰ γὰρ Γάδειρα τῆς γῆς ἔξοχή ἐστι. [Γάδειρα καὶ ἐπὶ Θηλυκοῦ. ὁ πολίτης Γαδιρεὺς, καὶ Γαδιραῖος, καὶ Γαδιρίτης, καὶ Γαδιρανὸς, καὶ Γαδιρικὸς κτητικόν.] Γαζοφυλάκιον. Θησαυροφυλάκιον. Γάλα. ἡ πρώτη τροφή τοῦ ζῴου, ὃ ἐκ μεταβολῆς αἵμα γίνεται. ἢ αἷμα πεπεμμένον, οὐ διεφθαρμένον, λευκαινόμενον ἐν τοῖς οἰκείοις αὐτοῦ καὶ ψυχροτέροις τοῦ ζῴου μορίοις. παρὰ τὸ καλὸν εἰς ἀνατροφὴν εἶναι. κάλα καὶ γάλα. Γαληνόν. ἥσυχον, ἡμέρον. Γαλαθηνόν. ὃ ἐστιν ὑποτίτθιον καὶ ὑπομάζιον. Γαλερόν. Φαιδρόν· ἥδυ, πρᾶον. Γαλήσιον. ὄνομα τόπου, καὶ ὄρος ἐγγὺς Ἐφέσου. Γάμα. τὸ στοιχεῖον. παρὰ τὸ ἄμαξ τὴν γῆν, ὃ ἐστι θερίζειν· δρεπανώδες γὰρ ἐστι, ᾧ καὶ ὁ τύπος τοῦ γράμματος ὅμοιος. Γαμψόν. ἐπικαμπές. Γαμήλια. ἡ εἰς τοὺς Φράτορας 43 διδομένη ἐγγρα-φή, καὶ εἰσαγωγή εἰς τοὺς γάμους, ἣν ὠνόμαζον καὶ πουργεῶτιν. Γαμβρεῖον. 44 πόλις Ἰωνίας. ὡς Σιγείους, γράφε-ται δίφθογγον. Γάνος. ὄνομα ὄρους ἐν τῇ Θράκῃ, καὶ ὁ οἶνος,45 καὶ ἡ ἡδονή. 46 παρὰ τὴν γῆν, γῶ, γανῶ. [ἡ θάλλουσα τοῖς φυτοῖς, λαμπρὰ καὶ αἰτία χαρῆς ἡμῖν γε-νομένη.] Γαριζεῖμ. τόπος καὶ ὄρος. Γαρίζιν δὲ Ἰ. Γάργος. 47 τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν ἄξονα τρίβει. Γαῦρον. τὸ ἐπηρμένον. Ἀριστοφάνης δὲ 48 τὸ στεβρὸν καὶ μέγα καὶ ἀκλινὲς καὶ ἀκατάπληκτον γαῦρον λέγει. (Ῥῆμα.) Γαγγαλίζω. 49 παρὰ τὸ γελῶ, γελίζω, καὶ τροπὴ τοῦ ε εἰς α γαλίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν ἑτέρου γ γάγγαλίζω. τὸ εἰς γέλωτα ἄγω.