Ancient Greek
348.15
Pseudo-Zonaras, Lexicon 348.15
Unproofread scanNot analysed yet
74 Γέρων σημαίνει τρία· ὁ προβεβηκὼς τὴν ἡλικίαν, ὡς τό· παιδας προφήβους πολιοκροτάφους τε γέροντας. καὶ ὁ ἐντιμος, ὡς· δαίνυ δαΐτα γέρουσι. 75 καὶ ὁ παλαιός, ὡς τό· εἶλετο δὲ σάκκος καὶ εὐρὺ γέροντος76 —γέρων δὲ εἴρηται πρᾶ τὸ εἰς τὴν γῆν ὁρᾶν. οἱ δὲ, παρὰ τὸ εἰς τὴν γῆν ἔρρειν· διὰ τὸ ἐγγὺς εἶναι θανάτου, ἔρων, καὶ πλεονασμῷ τοῦ γ γέρων. [ἢ πρᾶ τὸ εἴρω τὸ λέγω, εἴρων καὶ γέρων. τὰ εἰς ρων δισύλλαβα διὰ τοῦ ω κλίνονται, ὅποτε μὴ κοινὰ εἴη· Μάρων Μάρωνος. κοινὰ δὲ, διὰ τὸ σώφρων, σώφρονος, χειρόνος. ἐξέφυγε τὴν κλίσιν τὸ γέρων γέροντος. ἀνεδέξατο παρασχηματισμὸν διὰ τοῦ τος.] Γείτων. παρὰ τὸ [γέα] γείτων, καὶ κατὰ συναίρεσιν γείτων. Γεώλιφος. 77 ὄρεινὸν ὄρος ἐστιν ἢ ὕψωμα γῆς. καλεῖ δὲ καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον. Γεωπεῖνοι. 78 οἱ μικρὰν καὶ λυπρὰν καὶ ὀλίγην ἔχοντες τὴν γῆν. Γειώρας. 79 ὁ τὴν γῆν φυλάσσων, ἢ ὁ ἐξ ἄλλου ἔθνους προσκολλώμενος. τὸ δὲ κύριον ὄνομα Γ. Γειομόρος. 80 ὁ γεωργός. εἴρηται ἀπὸ τοῦ περὶ τὴν γῆν μορεῖν, ὅ ἐστι πονεῖν καὶ κακοπαθεῖν.