Ancient Greek
351.12
Pseudo-Zonaras, Lexicon 351.12
Unproofread scanNot analysed yet
(ῥῆμα.) Γέγγει. βρέχει. Γεγάασι. γεγέννηται. ἀπὸ τοῦ γείνω, γέγονα, γεγόνασι, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ᾱ γεγάασι. [καὶ γεγαυῖα. ἐστὶ δὲ μετοχή. τὸ ῥῆμα γῶ, ἐξ οὗ καὶ τὸ γείνω· ὁ παρακείμενος γέγηκα. καὶ οἱ Ἰωνες ἐπὶ τοῦ παρακειμένου ἥνικα ὑφεσιν ποιήσουσι τοῦ συμφώνου, τότε καὶ συστολὴ τοῦ φωνήεντος ἐπικολουθεῖ. οἷον βεβήκασι, βεβάασιν. οὕτως οὖν καὶ γέγηκα, γέγαα, ἡ μετοχὴ γεγαώς, γεγαότος. αἱ μετοχαὶ εἰ μὲν ὦσιν ἄπαθεις, διὰ τοῦ ῳ κλίνονται, καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υῖα· εἰ δὲ κατὰ πάθος, τὴν κλίσιν μὲν ἔχουσι διὰ τοῦ ω, καὶ τὸ θηλυκὸν μεταποιούσιν εἰς ᾱ, ἔστως ἐστῶσα, γεγώς γεγῶσα.]