Ancient Greek
354.15
Pseudo-Zonaras, Lexicon 354.15
Unproofread scanNot analysed yet
τοῖς ἐργασμένοις. σημαίνει δὲ, ὅτι καλὸν μόνον γινώσκεται ὑπὸ θεοῦ, φαῦλον δὲ οὐδέν. [ὡς τὸ· ἔγνωκε κύριος τοὺς ὄντας αὐτοῦ.] Γινώσκω. γνωρίζω. ἤδη γὰρ σε γινώσκω, καὶ ὧν εἴπας ἀκούσασα καὶ τὴν ὄψιν ἰδοῦσα. Γίνεται. τὸ ἀποτελεῖται. διὰ τοῦ ι. [ἀφειλε διὰ διφθόγγου γράφεσθαι, εἴγε τὰ αὐτοῦ κινήματα ἔχει τὸ ε, οἷον ἐγενάμην, ἐγενόμην· ἀλλὰ πρὸς ἀντιδιχστολὴν τοῦ γείνεται, ὁ σημαίνει τὸ γεννᾶται· τοῦτο γὰρ ἀπὸ τοῦ γέω τὸ τίκτω, καὶ πλεονασμῷ τοῦ ν γέννω· ἐκεῖνο δὲ ἀπὸ τοῦ γίγνεται γέγονε κατὰ ἀποβολὴν τοῦ γ, ὡς τὸ γινώσκω, γιγνώσκω. τὸ δὲ γίγνεται ἀπὸ τοῦ γένομαι γέγονεν· ἐν παραλήψει συμφώνου· τὸ ε γὰρ ἐν παραλήψει συμφώνου γινόμενον τρέπεται εἰς ι. μένω, μίμνω, σέκω, τίκτω. οὕτως οὖν καὶ γίγνεται, γίνεται. ⁶⁹] #Τὸ Γ μετὰ τοῦ Λ. (Ἀρσενικόν.) Γλαυκός. κυανός, ἢ λευκός, ἢ πυρώδη τὰ ὀμματα ἔχων. παρὰ τὸ γλαύσω τὸ λάμπω γλαυκός, ὡς λεύσω λευκός. Γλακερός. λευκός. ἐκ τῆς γάλακτος γενικῆς, γλάκος καὶ γλάγος. [ἄρκυν τὲ γλακερῶν⁷⁰ λαιμοπέδαν γεράνων.] Γλάμων. ὁ λημῶν τοὺς ὀφθαλμούς, ὁ ἐστι τζιμπλῶν,⁷¹ καὶ διύγρους αὐτοὺς ἔχων. γλάμων καὶ ὁ ἀκάθαρτος. Ἀριστοφάνης· ὁ παρχέδημος⁷² λίαν γλάμων ἐστί. καὶ ὁ Σοφοκλῆς· ἐπιρῶ τοὺς γλαμύρους καταφορβᾶν. ⁷³ Γλάνις. ⁷⁴ εἶδος ἰχθύος. Γλήχων. εἶδος βοτάνης. <pg>Ee 2</pg>