Ancient Greek
358.21 to 359.21
Pseudo-Zonaras, Lexicon 358.21-359.21
Unproofread scanNot analysed yet
Γνωρίζω. ἀντὶ τοῦ ὑπομιμνήσκω. παρὰ τῷ Ἀποστόλῳ· γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον. Γνωσιμαχεῖν. ἐπίστασθαι τὴν πρὸς κρείττονας μάχην. (Ἐπίβλημα.) Γνύξ. ἐπὶ γόνατα. παρὰ τὸ γόνυ, γόνυξ καὶ γνύξ. Γνωμοτυπικῶς. ἤτοι γνωμολογικῶς. Τὸ Γ μετὰ τοῦ Ο. (Ἄρσικόν.) Γόγγρος. εἶδος ἰχθύος. παρὰ τὸ γρῶ τὸ ἔσθιω. [Καλλίμαχος· ὃς ἔγραεν κηδεμόνα. ἀντὶ τοῦ ἤσθιεν. ἄφ’ οὗ ῥῆμα ὄνομα γρὸς καὶ ἐν διπλασιασμῷ γόγγρος. ἔσθιει γὰρ τῶν πολυπόδων τοὺς πλοκάμους.] Γοδολίας. κύριον. Γόης. ὁ κλάνης, ὁ ἀπατεών, ὁ Φαρμακός, ὁ μάγος. †Γοῖπας. ὁ ρύπος. ††Γολγοί. οἱ Κύπριοι. †ΓΟΜΦΗΣ †ΓόμΦης. 44 ὁ χοῖρος. †Γόμφοι. καρΦία, σΦήνες, δεσμά. [οἱ μύλοι. παρὰ τὸ κάμπτω γίνεται γάμπτω, καὶ ἐξ αὐτοῦ γόμφος, δι’ οὐ γνάμπτεται καὶ κάμπτεται ἡ τροφή.] ΓομΦιασμός. συγκλασμός. ΓομΦίους. ὀδόντας, κλειδώσεις· οἱ ἔμπροσθεν δὲ ὀδόντος εἰσί. Γομός. εἶδος μέτρου Ἑβραϊκοῦ. Γονοββοίης. 45 αὕ ἡ γονὴ ἐκφέρεται ἀκουσίως καὶ ἐκρέει. Γονυκλινής. ἐπὶ γόνυ πεσών. Γόος. ὁ θρῆνος. παρὰ τὴν βοή, βοός, καὶ τροπὴ τοῦ β εἰς γ γόος. Γορπιαῖος. 46 ὁ Σεπτέμβριος μήν. Γοργός. ταχύς. [εἴρηται δὲ ἀπὸ τῆς ὀργῆς. ὀργὸς καὶ γοργός. οἱ Ἀττικοὶ δὲ γοργὸν οὐ τὸν πρακτικὸν καὶ κενυημένον λέγουσιν, ἀλλὰ τὸ φοβερὸν. Ξενοφῶν· 47 γοργότεροί ἦ ὁρᾶσθαι καὶ φοβερώτεροι Φθέγγεσθαι.] Γορδός. 48 ὁ κυρτός. Γοργόλοπος. 49 ἐπιθετικός. Γοργωπός. ὁ γοργόΦθαλμος. καὶ γοργωπὸς ἕδρα, ἡ φοβερὰ καθέδρα. Γουνῷ ἀλωήσ. 50 ἐν τῷ γονιμωτάτῳ καὶ καρπικῷ χωρίῳ τῆς γῆς. γέγονε γουνὸς, ὁ ὑψηλὸς τόπος, ἀπὸ μεταφοράς τῶν ἐν σώματι γονάτων, ὅ ἐξέχει. ὡς δὲ τινές, ὁ τραχύτατος τόπος. ΓΟΜΦΟΦΑΓΗ ΡΗΜΑΤΑ [ἀπὸ τῶν γονάτων ὀστωδῶν ὄντων· καὶ τραχέων· πλέον γὰρ ἐν τοῖς ὀρεινοῖς καὶ πετρώδεσι τόποις αὐξεται τὰ φυτά. ἢ ὁ γόνιμος καρπὸς ἀπὸ τοῦ γεννῶ.] Γολόν. ⁵¹ ὄνομα τόπου. (Θηλυκόν.) Γοητεία. Φαρμακεία, καὶ μαγεία ἢ δι’ ἐπιλήψεως ἀνάγουσα τὸν νεκρόν. εἴρηται δὲ ἀπὸ τῶν γόων καὶ θρήνων, τῶν περὶ τοὺς τάφους γενομένων. †Γοργάεναι. ⁵² αἰγίδαι. ††Γοργάδες. αἱ δέσποιναί. †⁵³ †Γοργώπις. ⁵⁴ λίμνη ἐν Κορίνθῳ. ††Γόμφεσος. ⁵⁵ υἱς δορκάδος. ††Γοργωπὸς ἕδρα. ἢ φοβερὰ καθέδρα. †