Ancient Greek
360.9
Pseudo-Zonaras, Lexicon 360.9
Unproofread scanNot analysed yet
Γουνάσομαι. 68 λιτανεύσω. παρακαλέσω. Οὐκέτι γουνάσομαι τὸν βάρβαρον οὐδ’ ἐκ δμαυτῶ Κλαύσομαι —. ΓΡΑΜΜΑΤΟΕΙΣΑΓΩΓΕΙΣ Τὸ Γ μετὰ τοῦ Ρ. (Ἄρσενικόν.) 69Γραμματεῖς. οἱ τὰ κράσπεδα τινὰ ἔχοντες ση-μαντικὰ τῆς αὐτῶν πολιτείας. ροίσκους γὰρ τι-νας ἐπὶ τὰ τέσσαρα πτερύγια τοῦ τρίβυνος ἕκαστος εἶχεν, ἐξ αὐτοῦ τοῦ στήμονος καταδε-δεμένους, ἐν ᾧ χρόνῳ ἐνεκρατεύετο ἡ παρθε-νείαν ἔσκει. ἐπετήδευον δὲ ταῦτα ὥστε ἐμφαί-νειν τοῖς ἀνθρώποις τὰ παρ’ αὐτῶν ἐπαγγελ-λόμενα· ἵνα μηδεὶς ἄψεται δήθεν τῶν ἡγιασμέ-νων. Φυλάσσουσι δὲ καὶ ξεστῶν βαπτισμοὺς καὶ ποτηρίων καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας· καὶ τοῦνομα εἰσὶ δευτερωταί, ὡς γραμματικὴν τινα ἐπιστῆμην ὑφηγούμενοι καὶ περιττὴν δήθεν σοφιστικὴν εἰσηγούμενοι. γραμματεύς καὶ ὁ διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν γραφῶν θεσαυ-ρὸν γνώσεως ἑαυτῷ ἀποθέμενος. γραμματεύς, καὶ ὁ νοτάριος. τοῦ τῶν ἀπορρήτων γραμματέα. οὐδενὸς δὲ ἦσαν οἱ γραμματεῖς κύριοι οὕτοι, ἀλλ’ ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν.