Ancient Greek
362.7
Pseudo-Zonaras, Lexicon 362.7
Unproofread scanNot analysed yet
Γραφή. ζωγραφία, καὶ ἡ κατηγορία καὶ τὸ ἐγκλημα. ἐξ οὗ καὶ γράφεται ἀντὶ τοῦ κατηγορεῖται. Γραμματική. 94 λέξις διδάσκουσα ἡμᾶς τὰ νοούμενα γράφειν, καὶ τὰ ὡς πρὸς τινα ἐμμέτρως καὶ εὐρύθμως πραγματευθέντα μετὰ κρίσεως διηγούμενη. ἡ τέχνη θεωρητικὴ καὶ λογική, τὸ εὖ λέγειν καὶ τὸ εὖ πράττειν ἤγουσ γράφειν διδάσκουσα ἡμᾶς· οὐ γὰρ πᾶς ὁ γράφων ἢ ὁ ἀναγινώσκων λέγεται γραμματικός, ἀλλ' ὁ τὸν κανόνα καὶ τὸν ὅρον ἀποδιδούς. ἡ τέχνη λογικὴ περὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου καταγινομένη. ὀκτὼ δὲ μέρη τοῦ λόγου εἰσι ταῦτα· ὀνο-