Ancient Greek
363.9 to 364.4
Pseudo-Zonaras, Lexicon 363.9-364.4
Unproofread scanNot analysed yet
Γρυπόν. 8 καμπυλόρρινον. [ὀξύρρινον. γρυπὸν καὶ γρυπός. ῥύβ ἐστὶ τὸ ἐπικαμπὲς παρὰ Αἰολεῦ-σιν, ἤτοι ῥαιβός· καὶ τροπὴ τοῦ β εἰς π, πλεο-νασμῷ τοῦ γ, γρυπός. ἢ παρὰ τὸ ῥέπω ῥεπὸς καὶ γρυπός· ἢ ἐφ’ ἐνὶ τῷ μέρει ῥέπουσα ῥίν.] Γράμμα πεζόν. ἡ βασιλικὴ κέλευσις. 9 οὕτως ὁ Θεόλογος· εἰς ὃν [οὖ] τὸ γράμμα εἰσάγει τὸ πεζόν. *Γρηίδιον. 10 τὸ γραῖδιον. *ΓΓΤΟΓ ΔΑΚΤΥΛΙΟΣ. Γράφεταμ. [ἀντὶ τοῦ] γράφει καὶ ἀντὶ τοῦ κα- τηγορεῖ. [γράφεσθαι καὶ τὸ ξύεσθαι, παρὰ τὸ γράπτω τὸ κοιλαίνω.] Γράψαι. κοιλᾶναι. διασκιάψαι. Γράψομαι. κατηγορήσω. Ἀριστοφάνης12 —γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα. Γριπίζω. 13 τὸ κερδαίνω. Γριπεύσαι. 14 ἰχθῦς ἠρεῦσαι. καὶ γριπεὺς ὁ ἁλιεὺς, καὶ γρίφος τὸ δίκτυον. Γρύζαι. κράζειν. Γρύζω. 15 ὠρηνῶ. καὶ τὸ τῇ φωνῇ ὑποκλέπτειν καὶ λαλεῖν. Γρυλλίζειν καὶ γρύζειν. ἐπὶ χοίρων. Γρυπανίζειν. 16 σείεσθαι τὴν γῆν βαλλομένην ὑπὸ σεισμοῦ. Ἀντιφῶν17. καίων γὰρ τὴν γῆν καὶ συντήκων γρυπάνων ποιεῖ. καὶ σεισμὸς γὰρ φη- σι γέγονε καὶ ἐγρυπεν ἡ γῆ. Γρυπαίνειν. τὸ γρυποῦσθαι. 18 οἷον ἐπὶ τῶν ἀπα- λῶν ξυλιφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Γρυῶ. τὸ προσφωνῶ. Γρῶ. τὸ ἐσθίω. Γράφω. τὸ ἐπιστέλλω, μετὰ δοτικῆς. εἰ δὲ σχ- μαίνει τὸ κατηγορῶ, μετὰ αἰτιατικῆς. Τὸ Γ μετὰ τοῦ Γ. Γύγης. κύριον. Γύγου δακτύλιος. ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. Γύης. μέτρον γῆς, καὶ μέρος ἀρότρου. [Ὀμή-19ρος ἐν συνθέσει πεντηκοντόγυον. καὶ Ἡσί-20δος, οἷον πρίνου δὲ γύην, βόσ —παρὰ τὸ γαῖα γίνεται γύη, ὅν ἡ ἡ γύη, τῆς γύης· καὶ μεταχθεῖσης τῆς γενικῆς εἰς αὐθεῖαν γίνεται ὁ γύης, ὥσπερ ἡ ἀράχη, τῆς ἀράχνης, καὶ ὁ ἀράχνης, τοῦ ἀράχνου.] Γυλιαύχεναις. 21 μακροτρυχήλους. Γυμνήσαι,22 [καὶ]. γυμνῆτες. τάξεις πεζῶν. Γυμνός. 23 ὁ ἄνευ ἱματίων. ὥσπερ παρὰ τὸ σκύ-ζω, τὸ ὀργίζομαι, γίνεται σκύμνος, [καὶ σέβω σεμνός, οὕτω καὶ κῦπτω κυπτὸς καὶ γυμνός. ὁ γὰρ τοιοῦτος κύπτει, κρύπτον τὰ αἰδοῖα ὑπ’ αἰδοῦς. ἢ παρὰ τὸ τὰ σφῖα μόνα ἔχειν, τού-ἐστι τὰ μέλη.]